Σελίδες

Παρασκευή 8 Απριλίου 2022

ΤΟ ΜΗΝΥΜΑ ΤΗΣ ΗΜΕΡΑΣ



Καρπὸς πολυφόρος ἐστὶν ἡ μετάνοια, ἀγαπητοί, ὅτι ἐκ παντὸς τρόπου προσφέρει ἔργον Θεῷ ἐνάρετον.
Ἀγρὸς πάγκαρπός ἐστιν, ὅτι ἐν παντὶ καιρῷ πολιτεύεται.
∆ένδρον ὑπάρχει ζωῆς, ὅτι πολλοὺς ταῖς ἁμαρτίαις θνῄσκοντας ἀνίστησιν.
Ἐν αὐτῇ ἐγκεντρίζεται πᾶσα ἐπουράνιος κατάστασις, ὅτι συγκοινωνός ἐστι τῆς θεότητος.
Χαίρει ταύτῃ ὁ Θεός, ὡς τῇ δυνάμει τῆς δημιουργίας αὐτοῦ, ὅτι οὓς ἡ ἁμαρτία πειρᾶται ἀπολλύειν, αὕτη ἀναδημιουργεῖ εἰς τὴν τοῦ Θεοῦ εὐδοξίαν.
Τὸ ἀζήμιον τοῦ Θεοῦ βαλάντιόν ἐστιν ἡ μετάνοια, ὅτι διαφυλάττει τῶν ἀνθρώπων τὰς ψυχὰς μὴ ἀπολέσθαι.

Όσιος Εφραίμ ο Σύρος

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου