Σελίδες

Πέμπτη 3 Μαρτίου 2022

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΓ´ 1 - 33
1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. 2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. 3 ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. 4 ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. 6 Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι· 7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον. 9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐντόνως κατηγοροῦντες αὐτοῦ. 11 ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς. 13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπε πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ. 15 ἀλλ’ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. 16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 17 ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. 18 ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακὴν. 20 πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν. 22 ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων. 24 ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν, 25 ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν. 26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου, ἐρχομένου ἀπ’ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν. 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, πέσετε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· 31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; 32 Ἤγοντο δὲ καὶ ἕτεροι δύο κακοῦργοι σὺν αὐτῷ ἀναιρεθῆναι. 33 Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.

Νεοελληνική απόδοση:
Καὶ ἀφοῦ ἐσηκώθη ὅλον τὸ πλῆθος τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, ποὺ ἀπετέλουν τὸ συνέδριον, ἔφεραν τὸν Ἰησοῦν εἰς τὸν Πιλᾶτον. 2 Ἤρχισαν δὲ νὰ τὸν κατηγοροῦν καὶ νὰ λέγουν· Αὐτὸν τὸν ηὕραμε νὰ διαστρέφῃ καὶ νὰ παρακινῇ εἰς ἐπανάστασιν τὸ ἔθνος καὶ νὰ ἐμποδίζῃ νὰ δίδωμεν φόρους εἰς τὸν Καίσαρα. Καὶ ὅλα αὐτὰ τὰ ἔκαμε, διότι λέγει διὰ τὸν ἑαυτόν του, ὅτι εἶναι ὁ Χριστός, δηλαδὴ εἶναι βασιλεύς. 3 Ὁ δὲ Πιλᾶτος ἠρώτησε τὸν Ἰησοῦν καὶ τοῦ εἶπε· Σὺ ὁ ἀβοήθητος καὶ ἐγκαταλελειμμένος εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς τοῦ ἀπεκρίθη καὶ εἶπεν· Τὸ λέγεις καὶ σὺ ὅτι εἶμαι ὁ βασιλεὺς τῶν Ἰουδαίων. Ἡ βασιλεία μου ὅμως δὲν εἶναι, ὅπως τὴν ἐννοεῖς σὺ καὶ οἱ κατήγοροί μου. 4 Ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τὰ πλήθη τοῦ λαοῦ· Δὲν εὑρίσκω τίποτε τὸ ἔνοχον καὶ ἀξιοκατάκριτον εἰς τὸν ἄνθρωπον αὐτόν. 5 Ἀλλ’ αὐτοὶ μὲ δύναμιν καὶ ἐπιμονὴν μεγαλυτέραν κατηγόρουν τὸν Ἰησοῦν καὶ ἔλεγαν, ὅτι ἀναστατώνει τὸν λαόν, καὶ διδάσκει τὸ ἐπαναστατικόν του κήρυγμα εἰς ὅλην τὴν Ἰουδαίαν, διότι τὸ ἤρχισεν ἀπὸ τὴν Γαλιλαῖαν καὶ τὸ μετέφερεν ἕως ἐδῶ. 6 Ὁ Πιλᾶτος δέ, ὅταν ἤκουσε τὴν λέξιν Γαλιλαίαν, ἠρώτησεν ἐὰν ὁ ἄνθρωπος εἶναι Γαλιλαῖος. 7 Καὶ ὅταν ἐπληροφορήθη ὅτι ὁ Ἰησοῦς εἶναι ἀπὸ τὴν ἐπαρχίαν τῆς ἐξουσίας καὶ δικαιοδοσίας τοῦ Ἡρῴδου, τὸν παρέπεμψεν εἰς τὸν Ἡρῴδην, ποὺ ἦτο καὶ αὐτὸς εἰς τὰ Ἱεροσόλυμα κατὰ τὰς ἡμέρας αὐτὰς τοῦ Πάσχα. 8 Ὁ δὲ Ἡρῴδης, ὅταν εἶδε τὸν Ἰησοῦν, ἐχάρη πολύ· διότι ἐπεθύμει ἀπὸ πολὺν καιρὸν νὰ τὸν ἴδῃ, ἐπειδὴ ἤκουε πολλὰ δι’ αὐτὸν καὶ ἤλπιζε τώρα νὰ ἴδῃ κάποιο θαῦμα νὰ γίνεται ὑπ’ αὐτοῦ. 9 Τὸν ἠρώτα δὲ ὁ Ἡρῴδης καὶ τοῦ προέβαλλε ζητήματα καὶ ἐρωτήσεις πολλάς. Ὁ Ἰησοῦς ὅμως οὐδεμίαν ἀπόκρισιν ἔδωκεν εἰς αὐτόν. 10 Ἔστεκαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς καὶ μὲ ἐπιμονὴν καὶ ζωηρότητα κατηγόρουν τὸν Ἰησοῦν. 11 Ἀφοῦ δὲ τὸν ἐξηυτέλισεν ὁ Ἡρῴδης μαζὶ μὲ τὸ στράτευμά του καὶ ἀφοῦ τὸν ἐνέπαιξε, τὸν ἐνέδυσε πρὸς μεγαλύτερον ἐμπαιγμόν λαμπρὰν ἡγεμονικὴν στολὴν καὶ τὸν ἔστειλε πάλιν εἰς τὸν Πιλᾶτον. 12 Μὲ τὴν κολακευτικὴν δὲ ταύτην φιλοφροσύνην, ποὺ ἔκαμεν ὁ Πιλᾶτος ἀποστείλας εἰς τὸν Ἡρῴδην τὸν Ἰησοῦν, συνεφιλιώθησαν κατ’ αὐτὴν τὴν ἡμέραν μεταξύ των καὶ οἱ δύο, καὶ ὁ Πιλᾶτος δηλαδὴ καὶ ὁ Ἡρῴδης, διότι προτήτερα εἶχαν ἔχθραν μεταξύ των. 13 Ὁ Πιλᾶτος δὲ ἀφοῦ συνεκάλεσε τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, 14 εἶπε πρὸς αὐτούς· Μοῦ ἔφερατε τὸν ἄνθρωπον αὐτὸν καὶ τὸν ἐκατηγορήσατε, ὅτι ἀποτρέπει καὶ ἀπομακρήνει τὸν λαὸν ἀπὸ τὴν ὑπακοὴν καὶ νομιμοφροσύνην πρὸς τὸν Καίσαρα. Καὶ ἰδοὺ ἐγώ, ἀφοῦ τὸν ἀνέκρινα ἐμπρός σας, δὲν ηὗρα εἰς τὸν ἄνθρωπον αὐτὸν τίποτε τὸ ἔνοχον καὶ ἀξιοκατάκριτον ἀπὸ ὅλα αὐτά, ποὺ τὸν κατηγορεῖτε. 15 Ἀλλ’ οὔτε ὁ Ἡρῴδης εὗρεν ἐνοχήν. Καὶ ἡ ἀνάκρισις αὐτὴ τοῦ Ἡρῴδου ἦτο σοβαρά, διότι ἔστειλα πρὸς αὐτὸν καὶ σᾶς διὰ νὰ διατυπώσετε μόνοι σας τὰς κατηγορίας εἰς τὸν Ἡρῴδην. Καὶ ἰδοὺ ἀπεδείχθη, ὅτι δὲν ἔχει διαπραχθῇ ἀπὸ αὐτὸν κανὲν ἔγκλημα ἄξιον τῆς ποινῆς τοῦ θανάτου. 16 Λοιπόν, ἀφοῦ τοῦ ἐπιβάλω κάποιαν σωφρονιστικὴν ποινὴν καὶ τὸν μαστιγώσω, θὰ τὸν ἀπολύσω. 17 Ὑπεχρεοῦτο δὲ ὁ Πιλᾶτος ἀπὸ ἔθιμον κάθε ἑορτὴν τοῦ Πάσχα νὰ ἀφίνῃ ἐλεύθερον πρὸς χάριν αὐτῶν ἕνα φυλακισμένον. 18 Ἐφώναξε δὲ ὅλον μαζὶ τὸ πλῆθος καὶ εἶπαν· Σήκωσε αὐτὸν ἀπὸ τὸ μέσον· θανάτωσέ τον, ἄφησέ μας δὲ ἐλεύθερον τὸν Βαραββάν, 19 ὁ ὁποῖος εἶχε ριφθῇ εἰς τὴν φυλακὴν διὰ κάποιαν στάσιν, ποὺ ἔγινεν εἰς τὴν πόλιν τῶν Ἱεροσολύμων, καὶ διὰ κάποιον φόνον. 20 Πάλιν λοιπὸν ὁ Πιλᾶτος ἐφώναξε καὶ ὡμίλησε πρὸς τὸν λαόν, ἐπειδὴ ἤθελε νὰ ἀφήσῃ ἐλεύθερον τὸν Ἰησοῦν. 21 Αὐτοὶ ὅμως ἐφώναζαν δυνατὰ καὶ ἔλεγον· Σταύρωσον, σταύρωσον αὐτόν. 22 Ὁ δὲ Πιλᾶτος διὰ τρίτην φορὰν τοὺς εἶπε· θὰ τὸν ἀφήσω ἐλεύθερον καὶ δὲν θὰ τὸν σταυρώσω. Διότι τί κακὸν ἔκαμεν αὐτός; Δὲν εὗρον εἰς αὐτὸν τίποτε τὸ ἄξιον τῆς ποινῆς τοῦ θανάτου. Θὰ τὸν μαστιγώσω λοιπὸν καὶ θὰ τὸν ἀφήσω ἐλεύθερον. 23 Αὐτοὶ ὅμως ἐπέμενον μὲ μεγάλας φωνὰς καὶ ἐζήτουν νὰ σταυρωθῇ οὗτος. Καὶ ὑπερίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων, ὥστε νὰ μὴ ἀκούεται ἡ φωνὴ τοῦ Πιλάτου. 24 Ὡς ἐκ τούτου δὲ ὁ Πιλᾶτος ἔβγαλε τὴν ὁριστικὴν ἀπόφασιν νὰ γίνῃ αὐτό, ποὺ ἐζήτουν. 25 Τοὺς ἀφῆκε δὲ ἐλεύθερον τὸν Βαραββᾶν, ὁ ὀποῖος εἶχε ριφθῇ εἰς τὴν φυλακὴν διὰ στάσιν καὶ φόνον, καὶ τοῦ ὁποίου τὴν ἀπόλυσιν ἐζήτουν οἱ Ἰουδαῖοι, τὸν δὲ Ἰησοῦν παρέδωκε νὰ τὸν κάνουν ὅ,τι αὐτοὶ ἤθελαν, δηλαδὴ νὰ τὸν σταυρώσουν. 26 Καὶ ὅταν τὸν ἐπήγαιναν εἰς τὸν τόπον τῆς σταυρώσεως, ἐπειδὴ ὁ Ἰησοῦς εἶχεν ἑξαντληθῇ καὶ δὲν ἄντεχε πλέον νὰ βαστάζῃ τὸν σταυρόν του, ἔπιασαν κάποιον Σίμωνα Κυρηναῖον, ποὺ ἤρχετο ἀπὸ τὸ χωράφι, καὶ ἔβαλαν ἐπὶ τῶν ὤμων του τὸν σταυρόν, διὰ νὰ τὸν φέρῃ ὀπίσω ἀπὸ τὸν Ἰησοῦν 27 Τὸν ἠκολούθει δὲ πολὺ πλῆθος λαοῦ καὶ γυναικῶν, αἱ ὁποῖαι ἐστηθοκοποῦντο καὶ τὸν ἔκλαιον. 28 Ἀφοῦ δὲ ἔστρεψε πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· Γυναῖκες, κάτοικοι τῆς Ἱερουσαλήμ, μὴ κλαίετε δι’ ἐμέ, ἀλλὰ κλαίετε τοὺς ἑαυτούς σας καὶ τὰ παιδιά σας. 29 Διότι ἰδού, ἔρχονται ἡμέραι, κατὰ τὰς ὁποίας θὰ εἶπουν· Καλότυχες εἶναι αἱ στεῖραι γυναῖκες καὶ κοιλίαι, ποὺ δὲν ἐγέννησαν, καὶ μαστοὶ ποὺ δὲν ἐθήλασαν μικρά. Διότι ἐκεῖναι, ποὺ θὰ ἔχουν παιδιά, θὰ θλίβονται πολύ, ἐπειδὴ θὰ αἰσθάνωνται τὴν δυστυχίαν καὶ τὰ δεινὰ τῶν παιδιῶν τους. 30 Τότε κατὰ τὰς ἡμέρας ἐκείνας, ἐπειδὴ δὲν θὰ ἡμποροῦν νὰ ὑποφέρουν τὰ δεινά, θὰ ἀρχίσουν νὰ λέγουν εἰς τὰ ὅρη· πέσατε ἐπάνω μας· Καὶ εἰς τὰ βουνὰ θὰ λέγουν· σκεπάσατέ μας, νὰ ἀποθάνωμεν διὰ μιᾶς καὶ νὰ γλυτώσωμεν ἀπὸ τὰ ἀνυπόφορα βάσανα. 31 Καὶ θὰ εἶναι πράγματι ἀνυπόφορα τὰ βάσανα, διότι ἐὰν εἰς ἐμέ, ποὺ εἶμαι ἀθῷος καὶ ὁμοιάζω πρὸς χλωρὸν δένδρον, ἐπειδὴ ἔχω θείαν ζωήν, κάνουν αὐτὰ οἱ Ρωμαῖοι, εἰς σᾶς, ποὺ εἶσθε δένδρον ξηρὸν καὶ νεκρὸν ἕνεκα τῆς ἁμαρτίας, τί θὰ συμβῇ; 32 Ὠδηγοῦντο δὲ εἰς τὸν τόπον τῆς ἐκτελέσεως ὑπὸ τῶν στρατιωτῶν καὶ ἄλλοι δύο κακοῦργοι, διὰ νὰ θανατωθοῦν μαζί του. 33 Καὶ ὅταν ἔφθασαν εἰς τὸν τόπον, ποὺ λόγω τοῦ ἐξωτερικοῦ σχήματός του ἐλέγετο κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, τὸν ἕνα μὲν δεξιὰ τοῦ Ἰησοῦ, τὸν ἄλλον δὲ ἀριστερά.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου