Σελίδες

Δευτέρα 28 Φεβρουαρίου 2022

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΘ´ 29 - 40
29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθσφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ 30 εἰπών· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. 31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, διατί λύετε; οὕτως ἐρεῖτε αὐτῷ, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. 32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς, ἑστῶτα τὸν πῶλον· 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; 34 οἱ δὲ εἶπον ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. 35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν. 36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. 37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων 38 λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς εἶπεν· Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.

Νεοελληνική απόδοση:
Καὶ ἀκολούθως συνέβη τοῦτο· Ὅταν ἐπλησίασεν εἰς ἡ Βηθσφαγῆ καὶ τὴν Βηθανίαν κοντὰ εἰς τὸ βουνόν, ποὺ ἐλέγετο ὄρος τῶν Ἐλαιῶν, ἀπέστειλε δύο ἀπὸ τοὺς μαθητάς του 30 καὶ εἶπε· Πηγαίνετε εἰς τὸ ἀπέναντι χωριό, εἰς τὸ ὁποῖον ὅταν ἔμβητε, θὰ εὕρετε πουλάρι δεμένον, ἐπὶ τοῦ ὁποίου δὲν ἐκάθισε ποτὲ κανεὶς ἄνθρωπος. Ἀφοῦ τὸ λύσετε, φέρετέ το ἐδῶ. 31 Καὶ ἂν σᾶς ἐρωτήσῃ κανείς· Διατὶ λύετε τὸ πουλάρι; θὰ τοῦ εἴπετε αὐτὰ τὰ λόγια· ὅτι τὸ χρειάζεται ὁ Κύριος. 32 Ὅταν δὲ ἐπῆγαν ἐκεῖ οἱ ἀπεσταλμένοι, ηὗραν νὰ στέκεται τὸ πουλάρι ἐκεῖ, ὅπως ἀκριβῶς τοὺς εἶπεν ὁ Κύριος. 33 Ἐνῷ δὲ οἱ μαθηταὶ ἔλυαν τὸ πουλάρι, εἶπον οἱ κύριοι πρὸς αὐτούς· Διατὶ λύετε τὸ πουλάρι; 34 Αὐτοὶ δὲ εἶπαν· ὅτι τὸ χρειάζεται ὁ Κύριος. 35 Καὶ τὸ ἔφεραν εἰς τὸν Ἰησοῦν. Καὶ ἀφοῦ ἔρριψαν ἐπάνω εἰς τὸ πουλάρι τὰ ἐξωτερικά των ἐνδύματα, ἀνέβασαν ἐπ’ αὐτοῦ τὸν Ἰησοῦν. 36 Ἐνῷ δὲ ὁ Κύριος ἐπήγαινεν, ἄλλοι μαθηταὶ καὶ ἀκροαταὶ του ἔστρωναν εἰς τὸν δρόμον τὰ ἐνδύματά των, διὰ νὰ περάσῃ ἐπ’ αὐτῶν. 37 Ὅταν δὲ ἐπλησίαζεν εἰς τὰ Ἱεροσόλυμα, καὶ ἔφθασε πλησίον τοῦ μέρους, ὅπου τελειώνει ὁ κατηφορικὸς δρόμος τοῦ ὄρους τῶν Ἐλαιῶν, ἤρχισεν ὅλον τὸ πλῆθος τῶν μαθητῶν μὲ χαρὰν νὰ ἀνυμνοῦν καὶ δοξολογοῦν τὸν Θεὸν μὲ φωνὴν μεγάλην δι’ ὅλα τὰ θαύματα, ποὺ ἕως τότε εἶχαν ἴδει νὰ γίνωνται ἀπὸ τὸν Ἰησοῦν. 38 Καὶ ἔλεγαν· εὐλογημενος καὶ δοξασμένος εἶναι ὁ βασιλεύς, ποὺ ἔρχεται ἐκ μέρους τοῦ Κυρίου ὡς ἀντιπρόσωπος αὐτοῦ. Διὰ σοῦ τοῦ Μεσσίου γίνεται εἰρήνη ἐν τῷ οὐρανῷ, διότι συμφιλιώνονται καὶ εἰρηνεύουν διὰ σοῦ οἱ ἄνθρωποι μὲ τὸν οὐράνιον Πατέρα καὶ τοὺς ἀγγέλους του, καὶ διὰ τὴν ἐνανθρώπησιν καὶ ἔλευσίν σου ἀναπέμπεται δόξα εἰς τὸν Θεὸν ὑπὸ τῶν ἐν ὑψίστοις τοῦ οὐρανοῦ ἀγγέλων. 39 Καὶ ἀπὸ τοὺς Φαρισαίους μερικοὶ ἐβγῆκαν ἀπὸ τὸ πλῆθος τοῦ λαοῦ, μὲ τὸ ὁποῖον εἶχαν ἀναμιχθῇ διὰ νὰ κατασκοπεύσουν τὸν Ἰησοῦν, καὶ εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπίπληξε τοὺς μαθητάς σου διὰ τοὺς βλασφήμους αὐτοὺς λόγους, ποὺ λέγουν, ἀποδιδόντες εἰς σὲ τιμάς, αἱ ὁποῖαι εἰς μόνον τὸν Μεσσίαν ἀνήκουν. 40 Καὶ ὁ Ἰησοῦς ἀπεκρίθη καὶ τοὺς εἶπε· Σᾶς βεβαιῶ, ὅτι καὶ αὐτοὶ ἐὰν σιωπήσουν, θὰ φωνάξουν οἱ ἄψυχοι λίθοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου