Σελίδες

Σάββατο 8 Ιανουαρίου 2022

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ´ 1 - 11
1 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. 2 καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασεν. 3 Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. 4 ὁ δὲ ἀποκριθεὶς εἶπε· Γέγραπται, Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. 5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, 6 καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 7 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. 8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, 9 καὶ λέγει αὐτῷ· Ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι. 10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

Νεοελληνική απόδοση:
Τότε ὁ Ἰησοῦς ὡδηγήθη ἀπὸ ἐσωτερικὴν παρακίνησιν τοῦ Ἁγίου Πνεύματος εἰς τὴν ἔρημον, διὰ να πειρασθῇ ὑπὸ τοῦ διαβόλου καὶ ἀγωνισθῇ νικηφόρως κατ’ αὐτοῦ. 2 Καὶ ἀφοῦ ἐνήστευσεν ἐπὶ τεσσαράκοντα ἡμέρας καὶ νύκτας συνεχῶς, χωρὶς να φάγῃ τίποτε κατὰ τὴν περίοδον αὐτήν, ὕστερον ἐπείνασε. 3 Καὶ τότε τὸν ἐπλησίασεν αὐτός, ποὺ ἔργον ἔχει να πειράζει καὶ νὰ ὠθῇ τὸν ἄνθρωπον εἰς τὴν ἁμαρτίαν, καὶ τοῦ εἶπεν· Ἐὰν εἶσαι υἱὸς τοῦ Θεοῦ, ὅπως ἐμαρτύρησεν ἡ φωνή, ποὺ ἠκούσθη εἰς τὸν Ἰορδάνην, δεῖξε το μὲ θαῦμα.Εἰπὲ οἱ λίθοι αὐτοὶ να γίνουν ἄρτοι. 4 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη καὶ εἶπεν· Εἶναι γραμμένον εἰς τὸ Δευτερονόμιον: δὲν θὰ διατηρηθῇ εἰς τὴν ζωὴν ὁ ἄνθρωπος διὰ μόνου τοῦ ἄρτου, ἄλλα μὲ κάθε προσταγήν, ποὺ θὰ ἐξέλθῃ ἀπὸ τὸ στόμα τοῦ Θεοῦ.Ὅταν τὸ εἶπη ὁ Θεός, καὶ χωρὶς τροφὴν ἀκόμη θὰ ζήσῃ ὁ ἄνθρωπος. 5 Τότε ὁ διάβολος τὸν παρέλαβε καὶ σηκωμένον διὰ μέσου τοῦ ἀέρος τὸν ἔφερεν εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλὴμ καὶ τὸν ἔστησεν ὄρθιον εἰς τὴν κορνίζαν τῆς στέγης τοῦ ναοῦ, ποὺ ἦτο τόσον ὑψηλά, ὥστε ἐζαλίζετο κανείς, ἐὰν ἀπ’ ἐκεῖ ἔβλεπε πρὸς τὰ κάτω, 6 καὶ λέγει εἰς αὐτόν· Ἐὰν εἶσαι υἱὸς τοῦ Θεοῦ, ρῖψε τὸν ἑαυτόν σου κάτω, διὰ νὰ δειχθῇ φανερὰ εἰς ὅλους ἡ πρὸς σὲ ἀγάπη καὶ προστασία τοῦ Πατρός σου.Διότι ἔχει γραφῆ εἰς τοὺς Ψαλμούς, ὅτι ὁ Θεὸς θὰ δώσῃ ἐντολὴν διὰ σὲ εἰς τοὺς ἀγγέλους του καὶ αὐτοὶ θὰ σὲ σηκώσουν εἰς τὰς χεῖρας, διὰ νὰ μὴ κτυπήσῃς εἰς λίθον τὸν πόδα σου, καὶ νὰ μὴ σοῦ συμβῇ ἡ παραμικρὰ βλάβη. 7 Εἶπεν ες αὐτὸν ὁ Ἰησοῦς· Ναί· ἀλλ’ ἔχει γραφῆ πάλιν· Δὲν θὰ ἐκθέσῃς εἰς κίνδυνον τὸν ἑαυτόν σου διὰ νὰ δοκιμάσῃς καὶ βεβαιωθῇς διὰ τῶν πραγμάτων, ἐὰν Κύριος ὁ Θεός σου θὰ σὲ προστατεύσῃ. 8 Πάλιν παρέλαβεν αὐτὸν ὁ διάβολος καὶ τὸν μετέφερεν εἰς ὅρος πολὺ ὑψηλὸν καὶ δεικνύει εἰς αὐτὸν σὰν εἰς πανόραμα ὅλα τὰ βασίλεια τοῦ τότε κόσμου καὶ τὰ πλούτη καὶ τὴν μεγαλοπρέπειαν τῶν πόλεών των καὶ τὸ πλῆθος τῶν κατοίκων των καὶ ὅλην τὴν δόξαν των. 9 Καὶ εἶπεν εἰς αὐτόν· Ὡς ἄρχων καὶ κυρίαρχος το κόσμου τούτου θὰ σοῦ δώσω ὅλα αὐτὰ ποὺ βλέπεις, ἐὰν πέσῃς κατὰ γῆς καὶ μὲ προσκυνήσῃς ἀναγνωρίζων με ὡς κύριον σου. 10 Τότε εἶπεν εἰς αὐτὸν ὁ Ἰησοῦς· Φύγε, σατανᾶ.Διότι ἔχει γραφῆ· Κύριον τὸν Θεόν σου θὰ προσκυνήσῃς καὶ αὐτὸν μόνον θὰ λατρεύσῃς. 11 Τότε ἀφῆκεν αὐτὸν ἀνενόχλητον ὁ διάβολος.Καὶ ἰδοὺ ἄγγελοι ἦλθον πλησίον τοῦ Ἰησοῦ καὶ τὸν ὑπηρέτουν παρέχοντες εἰς αὐτὸν τὰς διακονίας καὶ ἐκδουλεύσεις των.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου