ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β' Δ´ 9 - 22
9 Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· 11 Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15 ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. 16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· 17 ὁ δὲ Κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. 18 καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. 22 Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ’ ὑμῶν· ἀμήν.

Νεοελληνική απόδοση:
Προσπάθησε νὰ ἔλθῃς πρὸς ἐμὲ γρήγορα. 10 Σὲ θέλω πλησίον μου, διότι ὁ Δημᾶς μὲ ἐγκατέλιπε ἀγαπήσας τὴν ματαιότητα τοῦ παρόντος κόσμου καὶ ἐπῆγεν εἰς τὴν Θεσσαλονίκην. Ὁ Κρήσκης ἐπῆγεν εἰς Γαλατίαν, ὁ Τίτος εἰς Δαλματίαν. 11 Μόνος ὁ Λουκᾶς εἶναι μαζί μου. Παράλαβε τὸν Μᾶρκον καὶ φέρε τον μαζί σου· διότι μοῦ εἶναι χρήσιμος διὰ νὰ μὲ βοηθῇ. 12 Τὸν Τυχικὸν δὲ ἀπέστειλα εἰς τὴν Ἔφεσον. 13 Τὸ χονδρὸν ἐπανωφόριον, ποὺ ἀφῆκα εἰς τὴν Τρῳάδα εἰς τὸ σπίτι τοῦ Κάρπου, φέρε το, ὅταν ἔλθῃς. Φέρε μαζὶ καὶ τὰ βιβλία, πρὸ παντὸς δὲ τὰς μεμβράνας. 14 Ὁ Ἀλέξανδρος ὁ χαλκωματᾶς μοῦ ἔκαμε πολλὰ κακά. Ἄς τοῦ ἀποδώσῃ ὁ Κύριος σύμφωνα μὲ τὰ ἔργα του. 15 Φυλάγου καὶ σὺ ἀπὸ αὐτόν. Διότι πολὺ ἐναντιώθη καὶ ἐπολέμησε τοὺς λόγους, τοὺς ὁποίους καὶ ἑγὼ καὶ σὺ κηρύττομεν. 16 Κατὰ τὴν πρώτην μου ἀπολογίαν δὲν ἦλθε κανεὶς μαζί μου, ἀλλ’ ὅλοι μὲ ἐγκατέλειψαν. Εἴθε νὰ μὴ τοὺς λογαριασθῇ τοῦτο ἀπὸ τὸν Κύριον. 17 Ὁ Κύριός μου ὅμως παρεστάθη καὶ μοῦ ἔδωκε δύναμιν, διὰ νὰ γίνῃ δι’ ἐμοῦ πλήρης ἔκθεσις καὶ βεβαίωσις τοῦ κηρύγματος τοῦ εὐαγγελίου καὶ ἀκούσουν ταύτην ὅλοι οἰ ἐθνικοί. Καὶ ἐγλύτωσα ἀπὸ τὸ στόμα τοῦ λεονταριοῦ. Τόσον μεγάλον κίνδυνον διέτρεξα. 18 Καὶ θὰ μὲ γλυτώσῃ καὶ εἰς τὸ μέλλον ὁ Κύριος ἀπὸ κάθε ἐπιβουλὴν καὶ ἐπίθεσιν τοῦ πονηροῦ καὶ τῶν ὀργάνων του καὶ θὰ μὲ διαφυλάξῃ σῶον διὰ τὴν βασιλείαν του τὴν ἐπουράνιον. Εἰς αὐτὸν ἂς εἶναι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 19 Χαιρέτησε τὴν Πρίσκαν καὶ τὸν Ἄκύλαν καὶ τοὺς οἰκιακούς τοῦ Ὀνησιφόρου. 20 Ὁ Ἔραστος ἔμεινεν εἰς τὴν Κόρινθον, τὸν Τρόφιμον δὲ ἀφῆκα ἄρρωστον εἰς τὴν Μίλητον. 21 Φρόντισε νὰ ἔλθῃς προτοῦ πιάσῃ ὁ χειμῶνας. Σὲ χαιρετᾷ ὁ Εὔβουλος καὶ ὁ Πούδης καὶ ὁ Λίνος καὶ ἡ Κλαυδία καὶ ὅλοι οἱ ἀδελφοί. 22 Ὁ Κύριος Ἰησοῦς Χριστὸς νὰ εἶναι μετὰ τοῦ πνεύματός σου. Εἴθε Ἡ χάρις νὰ εἶναι μαζί σας. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου