Σελίδες

Δευτέρα 14 Ιουνίου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΚΑ´ 8 - 14
8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτὰ, ἐμείναμεν παρ’ αὐτῷ. 9 τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι. 10 ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος, 11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπε· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. 12 ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. 13 ἀπεκρίθη τε ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. 14 μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γινέσθω.

Νεοελληνική απόδοση:
Τὴν ἄλλην δὲ ἡμέραν ἐφύγαμεν ἀπὸ τὴν Πτολεμαΐδα καὶ ἤλθομεν εἰς τὴν Καισάρειαν, καὶ ἀφοῦ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ εὐαγγελιστοῦ Φιλίππου, ὁ ὁποῖος ἦτο ἕνας ἀπὸ τοὺς ἑπτά, ποὺ εἶχαν χειροτονηθῇ βοηθοὶ τῶν Ἀποστόλων εἰς τὰς τραπέζας, ἐμείναμεν πλησίον του. 9 Εἶχε δὲ οὗτος τέσσαρας θυγατέρας παρθένους, αἱ ὁποῖαι ἐπροφήτευον. 10 Ἐνῷ δὲ ἡμεῖς ἐμείναμεν εἰς Καισάρειαν περισσοτέρας ἡμέρας, κατέβη ἀπὸ τὴν Ἰουδαίαν κάποιος προφήτης, ποὺ ἐλέγετο Ἄγαβος. 11 Καὶ ἀφοῦ ἦλθεν οὗτος πρὸς ἐπίσκεψίν μας, ἐπῆρε τὴν ζώνην τοῦ Παύλου καὶ ἔδεσε μὲ αὐτὴν τοὺς πόδας καὶ τὰς χεῖρας του καὶ εἶπεν· Αὐτὰ λέγει τὸ Ἅγιον Πνεῦμα: Τὸν ἄνδρα, εἰς τὸν ὁποῖον ἀνήκει η ζώνη αὕτη, θὰ τὸν δέσουν εἰς Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι ἔτσι, ὅπως εἶμαι τώρα δεμένος ἐγώ, καὶ θὰ τὸν παραδώσουν εἰς τὰς χεῖρας τῶν ἐθνικῶν Ρωμαίων. 12 Ὅταν δὲ ἠκούσαμεν αὐτά, παρεκαλοῦμεν μὲ δάκρυα καὶ ἡμεῖς καὶ οἱ ἐντόπιοι Καισαρεῖς τὸν Παῦλον νὰ μὴ ἀναβῇ εἰς Ἱερουσαλήμ. 13 Ἀπεκρίθη δὲ τότε ὁ Παῦλος· Διατὶ κλαίετε καὶ μὲ τὰ δάκρυά σας μοῦ συντρίβετε τὴν καρδίαν; Δὲν πρόκειται νὰ ἐπιτύχετε τίποτε μὲ τοὺς κλαυθμούς σας. Διότι ἐγὼ εἶμαι ἔτοιμος ὄχι μόνον νὰ δεθῶ, ἄλλα καὶ νὰ ἀποθάνω εἰς Ἱεροσόλυμα διὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. 14 Ἐπειδὴ δὲ ὁ Παῦλος δὲν ἐπείθετο, ἐσιωπήσαμεν καὶ εἰρηνεύσαμεν εἰπόντες· Ἂς γίνῃ τὸ θέλημα τοῦ Κυρίου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου