Σελίδες

Τετάρτη 2 Ιουνίου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΓ´ 13 - 24
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. 15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἰ ἔστιν λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. 16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. 17 ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, 18 καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, 19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν. 20 καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. 21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα· 22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυῒδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23 τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν, 24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.

Νεοελληνική απόδοση:
Ἀποπλεύσαντες δὲ ἀπὸ τὴν Πάφον ὁ Παῦλος καὶ ὅσοι ἦσαν μαζί του, ἦλθον εἰς τὴν Πέργην τῆς Παμφυλίας. Ἀλλ’ ὁ Ἰωάννης, ὁ ἐπικαλούμενος Μᾶρκος, ἀπεχωρίσθη ἀπὸ αὐτοὺς καὶ ἐπέστρεψεν εἰς τὰ Ἱεροσόλυμα. 14 Αὐτοὶ ὅμως διέτρεξαν τὴν περιφέρειαν, ποὺ ἀρχίζει ἀπὸ τὴν Πέργην καὶ ἦλθον εἰς τὴν Ἀντιόχειαν τῆς Πισιδίας καὶ ἀφοῦ εἰσῆλθον κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου εἰς τὴν συναγωγήν, ἐκάθισαν εἰς τὰ καθίσματα τὰ προωρισμένα διὰ τοὺς ξένους. 15 Μετὰ τὴν ἀνάγνωσιν δὲ τῶν περικοπῶν τῆς Πεντατεύχου καὶ τῶν προφητῶν, ἔστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς τὸν ὑπηρέτην τῆς συναγωγῆς καὶ τοὺς εἶπαν· Ἄνδρες ἀδελφοί, ἐὰν ἔχετε λόγον προτρεπτικὸν καὶ διδακτικὸν διὰ τὸν λαόν, ὁμιλήσατε. 16 Ἀφοῦ δὲ ἐσηκώθη ὁ Παῦλος καὶ ἔκαμε μὲ τὸ χέρι του σημεῖον, ὅτι ἐπρόκειτο νὰ ὁμιλήσῃ, εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ ὅσοι ἐκ τῶν ἐθνικῶν εἶσθε ἐδῶ, οἱ ὁποῖοι ὡς προσήλυτοι ἐγνωρίσατε τὸν ἀληθινὸν Θεὸν καὶ φοβεῖσθε αὐτόν, ἀκούσατε. 17 Ὁ Θεὸς τοῦ προνομιούχου τοῦτου λαοῦ, ποὺ κατάγεται ἀπὸ τὸν εὐλογημένον Ἰσραήλ, ἐξέλεξε τοὺς προγόνους μας καὶ ἀνέδειξε πολυπληθῆ καὶ ἰσχυρὸν τὸν καταγόμενον ἀπὸ αὐτοὺς λαόν, ὅταν κατοικοῦσεν ὡς ξένος καὶ πάροικος εἰς τὴν χώραν τῆς Αἰγύπτου. Καὶ διὰ τῆς πανισχύρου του δυνάμεως τοὺς ἔβγαλεν ἀπὸ τὴν χώραν αὐτήν. 18 Καὶ ἐκεῖ εἰς τὴν ἔρημον ἐπὶ τεσσαράκοντα περίπου ἔτη ἐβάστασεν ὁ Θεὸς τὴν δυσπειθῆ καὶ δύστροπον διαγωγήν των. 19 Καὶ ἀφοῦ ἐξώντωσεν ἑπτὰ ἔθνη ἐν τῇ χῶρᾳ τῆς Χαναάν, ἔδωκεν εἰς αὐτοὺς κληρονομίαν τὴν χώραν, τὴν ὁποίαν κατεῖχον ὡς ἰδικήν των τὰ ἔθνη ἐκεῖνα. 20 Καὶ μετὰ ταῦτα ἐπὶ τετρακόσια καὶ πεντήκοντα περίπου ἔτη ἔδωκεν εἰς τὸν λαὸν κριτάς, οἱ ὁποῖοι τὸν ἐκυβέρνησαν μέχρι τοῦ Σαμουὴλ τοῦ προφήτου. 21 Καὶ ἀπὸ τότε ἐζήτησαν βασιλέα καὶ ἔδωκεν εἰς αὐτοὺς ὁ Θεὸς τὸν Σαούλ, τὸν υἱὸν τοῦ Κίς, ὁ ὁποῖος κατήγετο ἐκ τῆς φυλῆς Βενιαμὶν καὶ ἐβασίλευσεν ἐπὶ τεσσαράκοντα ἔτη. 22 Καὶ ὅταν ὁ Θεὸς τὸν ἀπεδοκίμασε καὶ τὸν ἐξεδίωξε, τοὺς ἀνέδειξε βασιλέα τὸν Δαβὶδ καὶ ἔδωκε ταύτην τὴν μαρτυρίαν περὶ αὐτοῦ· Εὗρον Δαβίδ, τὸν υἱὸν τοῦ Ἰεσσαί, ἄνδρα ὅπως τὸν θέλει ἡ καρδία μου, ὁ ὁποῖος θὰ κάμῃ ὅλα τὰ θελήματά μου. 23 Ἐκ τῶν ἀπογόνων τοῦ Δαβὶδ τούτου ὁ Θεὸς σύμφωνα μὲ τὴν ὑπόσχεσιν, ποὺ εἶχε δώσει εἰς τοὺς πατριάρχας καὶ εἰς αὐτὸν τὸν Δαβίδ, ἀπέστειλε καὶ ἀνέδειξεν εἰς τὸν Ἰσραὴλ σωτῆρα τὸν Ἰησοῦν, 24 ἀφοῦ προτήτερα ὁ Ἰωάννης, προτοῦ ὁ Ἰησοῦς ἔμβῃ εἰς τὴν δημοσίαν δρᾶσιν του, ἐκήρυξε βάπτισμα μετανοίας εἰς ὅλον τὸν λαὸν τοῦ Ἰσραὴλ διὰ νὰ τὸν προπαρασκευάσῃ πρὸς ὑποδοχὴν τοῦ ἐρχόμενου μετ’ ὀλίγον Σωτῆρος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου