Σελίδες

Τρίτη 15 Ιουνίου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΚΑ´ 26 - 32
26 τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. 27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ’ αὐτὸν 28 κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον· 29 ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους κατέδραμεν ἐπ’ αὐτούς. οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.

Νεοελληνική απόδοση:
Τότε ὁ Παῦλος, ἀφοῦ παρέλαβε τὴν ἑπομένην ἡμέραν τοὺς τέσσαρας δνδρας, εἰσῆλθεν εἰς τὸ ἱερὸν καὶ ὑπεβλήθη μαζὶ μὲ αὐτοὺς εἰς τοὺς διατεταγμένους ἁγνισμούς, καὶ ἔκαμεν εἰς πάντας τοὺς ἐν τῷ ναῷ τὴν συνηθισμένην διακήρυξιν περὶ τοῦ χρόνου, κατὰ τὸν ὁποῖον συνεπληροῦντο αἱ ἡμέραι τοῦ ἁγνισμοῦ καὶ καθαρισμοῦ, ἕως ὅτου προσεφέρθη ἡ καθωρισμένη θυσία δι’ ἕνα ἕκαστον ἐξ αὐτῶν. 27 Ὅταν δὲ ἐπρόκειτο νὰ συμπληρωθοῦν αἱ ἑπτὰ ἡμέραι, ποὺ παρενέπιπτον ἀπὸ τὴν διακήρυξιν μέχρι τῆς τελικῆς εὐχῆς καὶ καθάρσεως, οἱ ἐκ τῆς Ἀσίας Ἰουδαῖοι ἰδόντες καὶ ἀναγνωρίσαντες τὸν Παῦλον ἐν τῷ ἱερῷ συνετάραξαν καὶ ἐξεσήκωσαν ὅλον τὸ πλῆθος καὶ ἔβαλον τὰς χεῖρας ἐπ’ αὐτοῦ 28 φωνάζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθᾶτε. Αὐτὸς εἶναι ὁ ἄνθρωπος, ποὺ διδάσκει ὅλους εἰς ὅλα τὰ μέρη ἐναντίον τοῦ Ἰσραηλιτικοῦ λαοῦ καὶ ἐναντίον τοῦ νόμου καὶ τοῦ τόπου αὐτοῦ τοῦ ἱεροῦ. Ἀκόμη δὲ καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ ἐμόλυνε τὸν ἅγιον τόπον τοῦτον. 29 Ἔλεγον δὲ τὸ τελευταῖον αὐτό, διότι εἶχον ἴδει προτήτερα μαζί του εἰς τὴν πόλιν τὸν Τρόφιμον τὸν Ἐφέσιον, περὶ τοῦ ὁποίου πεπλανημένως ἐνόμιζον, ὅτι τὸν εἰσήγαγεν ὁ Παῦλος εἰς τὸ ἱερόν. 30 Καὶ ἐταράχθη ὅλη ἡ πόλις καὶ ἔγινε συρροὴ τοῦ λαοῦ, καὶ ἀφοῦ συνέλαβον τὸν Παῦλον, τὸν ἔσυραν ἔξω ἀπὸ τὸ ἱερόν, καὶ ἐκλείσθησαν ἀμέσως αἱ θύραι, διὰ νὰ μὴ ἔμβῃ πάλιν ὁ Παῦλος εἰς τὸ ἱερὸν καὶ βεβηλωθῇ ὁ ἱερὸς τόπος ἀπὸ τὸ αἷμα του. 31 Ἐνῷ δὲ ἐκεῖνοι ἐζήτουν διὰ κτυπημάτων νὰ τὸν φονεύσουν, ἦλθε μήνυμα εἰς τὸν χιλίαρχον τοῦ ρωμαϊκοῦ τάγματος, ὅτι ὁλόκληρος ἡ Ἱερουσαλὴμ εὑρίσκεται ἐν συγχύσει καὶ ταραχῇ. 32 Τὴν ἰδίαν δὲ στιγμὴν αὐτός, ἀφοῦ παρέλαβε στρατιώτας καὶ ἑκατοντάρχους, ἔτρεξε κάτω πρὸς αὐτούς. Ὅταν δὲ αὐτοὶ εἶδον τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἔπαυσαν νὰ κτυποῦν τὸν Παῦλον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου