Σελίδες

Σάββατο 12 Ιουνίου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Κ´ 7 - 12
7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων τῶν μαθητῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου. 8 ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι. 9 καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. 10 καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπε· Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. 11 ἀναβὰς δὲ καὶ κλάσας ἄρτον καὶ γευσάμενος ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. 12 ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.

Νεοελληνική απόδοση:
Κατὰ δὲ τὴν πρώτην ἡμέραν τῆς ἑβδομάδος, τὴν Κυριακὴν δηλαδή, ὅτε εἶχον συναχθῇ οἱ μαθηταὶ περὶ τὸ ἑσπέρας διὰ νὰ κόψουν καὶ κοινωνήσουν τὸν ἄρτον τῆς θείας Εὐχαριστίας, ὁ Παῦλος συνδιελέγετο καὶ ἐδίδασκεν αὐτούς, ἕτοιμος νὰ ἀναχωρήσῃ τὴν ἑπομένην. Καὶ παρέτεινε τὸν λόγον μέχρι τοῦ μεσονυκτίου. 8 Ἦσαν δὲ ἀρκεταὶ λαμπάδες ἀναμμέναι εἰς τὸ ἐπάνω πάτωμα τῆς οἰκίας, εἰς τὸ ὁποῖον ἤμεθα συνηγμένοι. 9 Ἐνῷ δὲ ἐκάθητο ἐπὶ τοῦ παραθύρου κάποιος νέος ὀνομαζόμενος Ἐὔτυχος, ἐφέρετο διαρκῶς τὸ σῶμα του πρὸς τὰ κάτω, διότι ἐνύσταζε πολὺ καὶ τὸν κατελάμβανε βαθὺς ὕπνος. Ἐπειδὴ δὲ ὁ Παῦλος ὡμίλει, ἐπὶ μακρόν, καταβληθεὶς καὶ παραλύσας ὁ νέος οὗτος ἀπὸ τὸν ὕπνον ἔπεσεν ἀπὸ τὸ τρίτον πάτωμα κάτω καὶ τὸν ἐσήκωσαν νεκρόν. 10 Ἀλλ’ ὁ Παῦλος κατέβη κάτω καὶ ἔπεσεν ἐπάνω του. Καὶ ἀφοῦ τὸν ἐπῆρεν εἰς τὰς ἀγκάλας του, εἶπε· Μὴν ἀνησυχῆτε καὶ μὴ κλαίετε. Διότι ἡ ψυχή του ἐπανῆλθε καὶ εἶναι μέσα του. 11 Ἀφοῦ δὲ ἀνέβη καὶ ἔκοψε τὸν ἄρτον τῆς Εὐχαριστίας καὶ ἔφαγε, καὶ ὡμίλησεν ἀκόμη ἐπ’ ἀρκετὸν μέχρι τῆς αὐγῆς, ἔτσι χωρὶς διόλου να ἀναπαυθῇ καὶ ἐν συνεχείᾳ μὲ τὸν ὁλονύκτιον ἐκεῖνον κόπον ἀνεχώρησε. 12 Ἔφεραν δὲ εἰς τὸ ὑπερῷον τὸν νέον ζωντανὸν καὶ ἐπαρηγορήθησαν ὅλοι μεγάλως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου