Σελίδες

Τετάρτη 16 Ιουνίου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΚΓ´ 1 - 11
1 Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. 2 ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. 3 τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε· Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι! 4 οἱ δὲ παρεστῶτες εἶπον· Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; 5 ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ· ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. 6 γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. 7 τοῦτο δὲ αὐτοῦ λαλήσαντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. 8 Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα. 9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν. 10 πολλῆς δὲ γενομένης στάσεως εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν. 11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε· Θάρσει, Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ρώμην μαρτυρῆσαι.

Νεοελληνική απόδοση:
Ο Παῦλος δέ, ἀφοῦ προσήλωσε τὸ βλέμμά του εἰς τὸ συνέδριον, εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ ἔχω πολιτευθῇ ἐνώπιον τοῦ Θεοῦ μέχρι τῆς ἡμέρας ταύτης, χωρὶς νὰ μὲ τύπτῃ εἰς τίποτε ἡ συνείδησίς μου, ἀλλὰ τουναντίον ἔχω τὴν μαρτυρίαν τῆς ἐξ ὁλοκλήρου ἀγαθήν. 2 Ὁ ἀρχιερεὺς Ἀνανίας ὅμως διέταξε τότε τοὺς ὑπηρέτας, ποὺ ἐστέκοντο πλησίον τοῦ Παύλου, νὰ τοῦ κτυπήσουν τὸ στόμα, ἴσως διότι ἔλαβε τὸν λόγον μόνος του. 3 Τότε ὁ Παῦλος τοῦ εἶπε· Θὰ σὲ πατάξῃ ὁ Θεός, τοῖχε ἀσβεστωμένε, ποὺ ἀπ’ ἔξω φαίνεσαι λευκός, εἰς τὸ βάθος σου δὲ κρύπτεις τὴν ἀδικίαν. Καὶ σὺ κάθεσαι νὰ μὲ κρίνῃς σύμφωνα μὲ τὸν νόμον; Καὶ παραβαίνων σὺ ὁ κριτὴς τὸν νόμον, ὁ ὁποῖος παραγγέλλει νὰ ἀπολογῆται ἐλεύθερα καὶ ἀνεμπόδιστα κάθε κατηγορούμενος, διατάσσεις νὰ μὲ κτυπήσουν διὰ νὰ βουλώσῃς τὸ στόμα μου κατὰ τὴν ὥραν τῆς ἀπολογίας μου; 4 Οἱ παριστάμενοι δὲ εἶπον· Τὸν ἀρχιερέα τοῦ Θεοῦ ὑβρίζεις; 5 Καὶ εἶπεν ὁ Παῦλος, ὁ ὁποῖος ἀπὸ ἔτη πολλὰ ἔλειπεν ἐξ Ἱεροσολύμων καὶ δὲν ἐγνώριζε προσωπικῶς τὸν ἀρχιερέα, ὁ ὁποῖος τὴν στιγμὴν ἐκείνην δὲν ἦτο εὐδιάκριτος, διότι προήδρευε τῆς συνεδρίας ὁ χιλίαρχος. Δὲν ἐγνώριζα, ἀδελφοί, ὅτι εἶναι ἀρχιερεύς. Ἄλλως δὲν θὰ ἔλεγον αὐτό, ποὺ εἶπα, διότι ἔχει γραφῇ εἰς τὸ βιβλίον τῆς Ἐξόδου: Δὲν θὰ κακολογήσῃς ἄρχοντα τοῦ λαοῦ σου. 6 Ἐν τῷ μεταξὺ δέ, ὅταν ἀντελήφθη ὁ Παῦλος, ὅτι ἡ μία μερὶς τοῦ συνεδρίου ἀπετελεῖτο ἀπὸ Σαδδουκαίους, οἱ ὁποῖοι δὲν ἐπίστευαν εἰς τὴν ἀνάστασιν τῶν νεκρῶν, ἡ ἄλλη δὲ μερὶς ἀπετελεῖτο ἀπὸ Φαρισαίους, ἐφώναξε δυνατὰ ἐν μέσῳ τοῦ συνεδρίου: Ἄνδρες ἀδελφοί, ἐγὼ εἶμαι Φαρισαῖος καὶ υἱὸς Φαρισαίου. Καὶ δικάζομαι σήμερον ἐγώ, ἐπειδὴ πιστεύω καὶ ἐλπίζω εἰς τὴν ἀνάστασιν τῶν νεκρῶν. 7 Ὅταν δὲ εἶπε τοῦτο ὁ Παῦλος, ἔγινε φιλονεικία μεταξὺ τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων καὶ ἐδιχάσθη τὸ πλῆθος τῶν μελῶν τοῦ συνεδρίου. 8 Ἐδιχάσθη δὲ τὸ πλῆθος, διότι οἱ μὲν Σαδδουκαῖοι λέγουν, ὅτι δὲν ὑπάρχει ἀνάστασις, οὔτε ἄγγελος, οὔτε ἀσώματος ψυχή, ἐπειδὴ ὑπεστήριζαν οὗτοι, ὅτι αἱ ψυχαὶ των ἀποθνησκόντων διαλύονται μετὰ τοῦ σώματος. Οἱ Φαρισαῖοι ὅμως ὁμολογοῦν καὶ τὰ δύο, καὶ τὴν ἀνάστασιν τῶν νεκρῶν δηλαδὴ καὶ τὴν ὕπαρξιν πνευμάτων. 9 Ἔγινε δὲ λόγῳ τῆς φιλονεικίας των μεγάλη κραυγή, καὶ ἀφοῦ ἐσηκώθησαν οἱ γραμματεῖς οἱ ἀνήκοντες εἱς τὴν μερίδα τῶν Φαρισαίων, συνεζήτουν μὲ θυμὸν καὶ ἔλεγαν: Δὲν εὑρίσκομεν κανὲν κακὸν εἰς αὐτὸν τὸν ἄνθρωπον. Ἐὰν δὲ πνεῦμα ἢ ἄγγελος ὡμίλησεν εἰς αὐτόν, ἂς μὴ μαχώμεθα κατὰ τοῦ Θεοῦ, ὁ ὁποῖος τοῦ ἔκαμε τὴν ἀποκάλυψιν αὐτήν. 10 Ἐπειδὴ δὲ ἔγινε μεγάλη φιλονεικία, ὁ χιλίαρχος ἐφοβήθη, μήπως ὁ Παῦλος κομματιασθῇ ἀπὸ αὐτούς, καὶ διέταξε νὰ καταβῇ τὸ στράτευμα καὶ νὰ τὸν ἁρπάσῃ ἐκ μέσου αὐτῶν καὶ νὰ τὸν ὁδηγήσῃ εἰς τὸ στρατόπεδον. 11 Τὴν ἑπομένην δὲ νύκτα ἐνεφανίσθη ἔξαφνα εἰς τὸν Παῦλον ὁ Κύριος Ἰησοῦς καὶ εἶπεν· Ἔχε θάρρος, Παῦλε, διότι ὅπως ἑμαρτύρησες τὴν περὶ ἐμοῦ ἀλήθειαν καὶ ὁμολογίαν εἰς τὴν Ἱερουσαλήμ, ἔτσι σύμφωνα μὲ τὸ σχέδιον τῆς θείας βουλῆς πρέπει νὰ μαρτυρήσῃς καὶ εἰς τὴν Ρώμην. Δὲν πρόκειται λοιπὸν νὰ πάθῃς ἐδῶ τίποτε, ἄλλα θὰ σὲ φυλάξω σῷον διὰ νὰ μεταβῇς καὶ εἰς τὴν Ρώμην.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου