Σελίδες

Παρασκευή 28 Μαΐου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΑ´ 1 - 10
1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. 2 καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς 3 λέγοντες ὅτι Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς. 4 ἀρξάμενος δὲ ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων· 5 Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ καὶ ἦλθεν ἄχρις ἐμοῦ· 6 εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 7 ἤκουσα δὲ φωνῆς λεγούσης μοι· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 8 εἶπον δέ· μηδαμῶς, Κύριε· ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. 9 ἀπεκρίθη δέ μοι φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου. 10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.

Νεοελληνική απόδοση:
Ήκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοί, ποὺ ἔμεναν εἱς τὰ διάφορα μέρη τῆς Ἰουδαίας, ὅτι καὶ οἱ ἐθνικοὶ ἐδέχθησαν τὸν λόγον τοῦ Θεοῦ καὶ ἐβαπτίσθησαν, χωρὶς προηγουμένως νὰ περιτμηθοῦν. 2 Καὶ ὅταν ἀνέβη ὁ Πέτρος εἰς Ἱεροσόλυμα, ἐδείκνυαν πρὸς αὐτὸν ψυχρότητα καὶ τὸν ἀπέφευγαν οἱ ἐξ Ἰουδαίων Χριστιανοί, οἱ ὁποῖοι, πρὶν βαπτισθοῦν καὶ γνωρίσουν τὸν Χριστόν, εἶχον λάβει περιτομήν, ἐθεώρουν δὲ καὶ τώρα ὡς ἀναγκαίαν τὴν τήρησιν τῶν τυπικῶν διατάξεων τοῦ νόμου. 3 Καὶ ἔλεγον πρὸς τὸν Πέτρον, ὅτι ἐμβῆκες εἰς τὸ σπίτι ἀνθρώπων, ποὺ δὲν εἶχον λάβει ποτὲ περιτομήν, καὶ ἔφαγες μαζὶ μὲ αὐτούς, χωρὶς νὰ προσέξῃς, ἐὰν τὰ φαγητὰ ἦσαν καθαρὰ καὶ παρεσκευάσθησαν, ὅπως ἀπαιτοῦν αἱ περὶ καθαρότητος διατάξεις καὶ παραδόσεις. 4 Ἤρχισε δὲ ὁ Πέτρος νὰ ἐκθέτῃ τὰ γεγονότα κατὰ σειρὰν καὶ ἔλεγεν· 5 Ἐγὼ προσηυχόμην εἰς τὴν πόλιν τῆς Ἰόππης, καὶ ἔπεσα εἰς ἔκστασιν καὶ εἶδα, ὅχι πλέον μὲ τὰς αἰσθήσεις τοῦ σώματος, θεῖον ὅραμα· εἶδα δηλαδὴ ἕνα ἀγγεῖον, σὰν σινδόνην μεγάλην, νὰ κρατῆται ἀπὸ τὰ τέσσαρα ἄκρα της καὶ νὰ ρίπτεται κάτω σιγὰ σιγὰ ἀπὸ τὸν οὐρανὸν καὶ ἦλθεν ἕως ἐκεῖ ποὺ ἤμουν ἐγώ. 6 Εἰς τὴν σινδόνην αὐτὴν ἔρριψα προσεκτικὰ τὸ βλέμμα μου καὶ διέκρινα καθαρά, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 7 Ἤκουσα δὲ φωνήν, ἡ ὁποία μου ἔλεγε· Πέτρε· σήκω, σφάξε καὶ φάγε. 8 Ἐγὼ δὲ εἶπα· Μὲ κανένα τρόπον, Κύριε, δὲν θὰ σφάξω, οὔτε θὰ φάγω ποτὲ ἀπὸ τὰ ζῶα αὐτά. Διότι δὲν ἔβαλα ποτὲ εἰς τὸ στόμα μου ὁποιονδήποτε μολυσμένον ἢ ἀκάθαρτον φαγητόν. 9 Ἀπεκρίθη δὲ ἐκ δευτέρου εἰς ἐμὲ μία φωνὴ ἀπὸ τὸν οὐρανόν· Ἐκεῖνα, ποὺ ὁ Θεὸς διεκήρυξεν ὡς καθαρά, σὺ μὴ τὰ θεωρῇς καὶ μὴ τὰ ἀποκαλῇς ἀκάθαρτα. 10 Τοῦτο δὲ ἔγινε τρεῖς φοράς. Καὶ πάλιν ὅλα ἐσύρθησαν ἐπάνω εἰς τὸν οὐρανόν, εἰς τὸν τόπον δηλαδή, ποὺ κανὲν ἀκάθαρτον δὲν εἰσχωρεῖ. Ἦσαν λοιπὸν καὶ ὅλα αὐτὰ καθαρά.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου