Σελίδες

Τετάρτη 19 Μαΐου 2021

Αγιογραφικό ανάγνωσμα



ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Η´ 18 - 25
18 ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα 19 λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα ἅγιον. 20 Πέτρος δὲ εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. 21 οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. 22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· 23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. 24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε·, Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε. 25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.

Νεοελληνική απόδοση:
Ὅταν δὲ εἶδεν ὁ Σίμων, ὅτι μὲ τὴν ἐπίθεσιν τῶν χειρῶν τῶν ἀποστόλων μετεδίδοντο καὶ εἰς τοὺς ἄλλους τὰ ὑπερφυσικὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος, προσέφερεν εἰς αὐτοὺς χρήματα 19 καὶ εἶπεν· Δώσατε καὶ εἰς ἐμὲ τὴν ἐξουσίαν καὶ δύναμιν αὐτήν, ὥστε εἰς ὁποιονδήποτε ἐπιθέσω τὰς χεῖρας νὰ λαμβάνῃ Πνεῦμα Ἅγιον. 20 Ὁ Πέτρος ὅμως εἶπε πρὸς αὐτόν· Νὰ χαθῆ τὸ χρῆμά σου μαζὶ μὲ σέ. Καὶ σοῦ δίδω τὴν ἀπάντησιν αὐτήν, διότι ἐνόμισες, ὅτι τὸ ἀνεκτίμητον αὐτὸ δῶρον τοῦ Θεοῦ ἀποκτᾶται μὲ χρήματα. 21 Δὲν ὑπάρχει διὰ σὲ κανὲν μερίδιον, οὔτε μικρὸν ἀπὸ μοιρασιὰν προερχόμενον, οὔτε μεγαλύτερον διὰ λαχνοῦ παραχωρούμενον, εἰς τὰς δωρεὰς τοῦ Ἁγίου Πνεύματος, περὶ τῶν ὁποίων γίνεται λόγος τὴν στιγμὴν αὐτήν. Ποτὲ καὶ κατ’ οὐδένα λόγον σὺ δὲν θὰ λάβῃς οὐδὲ τὸ παραμικρὸν δικαίωμα εἰς τὴν μετάδοσιν τῶν θείων χαρισμάτων. Διότι ἡ καρδία σου δὲν εἶναι εὐθεῖα καὶ ἀνιδιοτελὴς ἐνώπιον τοῦ Θεοῦ. 22 Μετανόησον λοιπὸν καὶ χωρίσου ἐντελῶς ἀπὸ τὴν κακίαν σου αὐτὴν καὶ παρακάλεσε τὸν Θεὸν διὰ τὸ ἁμάρτημά σου αὐτό, τὸ ὁποῖον δεικνύει τόσον μεγάλην διαστροφὴν τῶν διαθέσεών σου, ὥστε ἀμφιβάλλω, ἐὰν θὰ μετανοήσῃς εἰλικρινῶς, διὰ νά σοῦ συγχωρηθῇ ἡ ἐπινόησις αὐτὴ τῆς καρδίας σου. 23 Ἔχω δὲ τὰς ἀμφιβολίας αὐτάς, διότι σὲ βλέπω νὰ εἶσαι γεμᾶτος πικρὰν χολὴν καὶ ἡ κακία ὡς ἄλλο δηλητήριον ἐπλημμύρισε τὴν καρδίαν σου καὶ σὲ κατέστησεν ἐπικίνδυνον καὶ εἰς τοὺς ἄλλους. Ἀκόμη δὲ βλέπω νὰ εἶσαι σφικτὰ δεμένος ὑπὸ τῆς ἀδικίας. 24 Τρομοκρατηθεῖς δὲ ὁ Σίμων ἀπεκρίθη καὶ εἶπε· Παρακαλέσατε σεῖς ὑπὲρ ἐμοῦ τὸν Κύριον διὰ νὰ μὴ συμβῇ εἰς ἐμὲ κανὲν κακὸν ἀπὸ αὐτά, τὰ ὁποῖα εἴπατε. 25 Αὐτὰ λοιπὸν συνέβησαν εἰς τὴν Σαμάρειαν. Καὶ οἰ μὲν δύο Ἀπόστολοι, ἀφοῦ ἐπεβεβαίωσαν καὶ διὰ τῆς μεταδόσεως τῶν χαρισμάτων τοῦ Ἁγίου Πνεύματος τὴν μαρτυρίαν των περὶ τοῦ Ἰησοῦ καὶ ἐλάλησαν τὸν λόγον τοῦ Κυρίου, ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλήμ, καὶ κατὰ τὴν διαρκειαν τοῦ ταξιδίου των ἐκήρυξαν τὸ εὐαγγέλιον εἰς πολλὰ χωρία τῶν Σαμαρειτῶν, τὰ ὁποῖα συνήντων εἰς τὸν δρόμον των.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου