Σελίδες

Δευτέρα 1 Μαρτίου 2021

Αγιογραφικό ανάγνωσμα



ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΑ´ 1 - 11
1 Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθσφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ 2 καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε. 3 καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε τοῦτο; εἴπετε ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει, καὶ εὐθέως αὐτὸν ἀποστέλλει πάλιν ὧδε. 4 ἀπῆλθον δὲ καὶ εὗρον τὸν πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. 5 καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον; 6 οἱ δὲ εἶπον αὐτοῖς καθὼς ἐνετείλατο ὁ Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς. 7 καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ ἐπιβάλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ’ αὐτῷ. 8 πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν. 9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 10 εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν Δαυῒδ· ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 11 Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.

Νεοελληνική απόδοση:
1 Καὶ ὅταν ἐπλησίασαν εἰς τὰ Ἰεροσόλυμα, εἰς τὴν Βηθφαγὴ καὶ τὴν Βηθανίαν πλησίον τοῦ ὄρους τῶν Ἐλαιῶν, στέλλει δύο ἀπὸ τοὺς μαθητάς του καὶ τοὺς λέγει, «Πηγαίνετε εἰς τὸ ἀπέναντί σας χωριό, καὶ ἀμέσως μόλις μπῆτε θὰ βρῆτε ἕνα πουλάρι δεμένο, εἰς τὸ ὁποῖον κανεὶς ἄνθρωπος ἀκόμη δὲν ἐκάθησε. Λύσατέ το καὶ φέρετέ το. Καὶ ἐὰν κανεὶς σὰς πῆ, «Γιατὶ τὸ κάνετε αὐτό;», νὰ πῆτε: «Ὁ Κύριος τὸ ἔχει ἀνάγκη καὶ ἀμέσως θὰ τὸ στείλῃ πάλιν ἐδῶ». Τότε ἔφυγαν καὶ εὑρῆκαν ἕνα πουλάρι δεμένο κοντὰ σὲ μία πόρτα ἔξω εἰς τὸν δρόμον καὶ τὸ ἔλυσαν. Μερικοὶ ἀπὸ ἐκείνους, ποὺ ἐστέκοντο ἐκεῖ, τοὺς εἶπαν, «Τὶ κάνετε καὶ λύνετε τὸ πουλάρι;». Αὐτοὶ τοὺς ἀπήντησαν ὅπως τοὺς παρήγγειλε ὁ Ἰησοῦς, καὶ ἐκεῖνοι τοὺς ἄφησαν. Καὶ ἔφεραν τὸ πουλάρι εἰς τὸν Ἰησοῦν καὶ βάζουν εἰς αὐτὸ τὰ ἐνδύματά τους καὶ ἐκάθησε ἐπάνω του. Καὶ πολλοὶ ἔστρωσαν τὰ ἐνδύματά τους εἰς τὸν δρόμον, ἄλλοι δὲ ἔκοβαν κλαδιὰ ἀπὸ τὰ δένδρα καὶ ἔστρωναν εἰς τὸν δρόμον. Καὶ ἐκεῖνοι ποὺ ἐβάδιζαν ἐμπρὸς καὶ ἐκεῖνοι ποὺ ἀκολουθοῦσαν, ἐφώναζαν, Ὡσαννά· εὐλογημένος ἐκεῖνος, ποὺ ἔρχεται εἰς τὸ ὄνομα τοῦ Κυρίου. Εὐλογημένη ἄς εἶναι ἡ ἐρχομένη βασιλεία εἰς τὸ ὄνομα τοῦ Κυρίου τοῦ πατέρα μας Δαυΐδ, Ὡσαννά· ἐν τοῖς ὑψίστοις. Καὶ ἐμπῆκε ὁ Ἰησοῦς εἰς τὰ Ἱεροσόλυμα εἰς τὸν ναὸν καὶ ἀφοῦ ἐκύτταξε γύρω παντοῦ, ἐπειδὴ ἡ ὥρα ἦτο ἤδη προχωρημένη, ἐβγῆκε εἰς τὴν Βηθανίαν μαζὶ μὲ τοὺς δώδεκα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου