ΚΑΤΑ ΜΑΡΚΟΝ Ε´ 35 - 43
35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36 ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ, μόνον πίστευε. 37 καὶ οὐκ ἀφῆκεν αὐτῷ οὐδένα συνακολουθῆσαι εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, 39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. 40 ὁ δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ. καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον, 41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· Ταλιθά, κοῦμι, ὅ ἐστι μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω ἔγειρε. 42 καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ. 43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.

Νεοελληνική απόδοση:
Ἐνῷ αὐτὸς ἀκόμη μιλοῦσε, ἔρχονται ἀπὸ τὸ σπίτι τοῦ ἀρχισυναγωγοῦ καὶ λέγουν, «Ἡ θυγατέρα σου ἐπέθανε. Γιατὶ ἐνοχλεῖς ἀκόμη τὸν διδάσκαλον;». Ὁ Ἰησοῦς, ἀμέσως ὅταν ἄκουσε αὐτὰ τὰ λόγια, λέγει εἰς τὸν ἀρχισυναγωγόν, «Μὴ φοβᾶσαι, μόνον πίστευε». Καὶ δὲν ἐπέτρεψε σὲ κανένα νὰ τὸν ἀκολουθήσῃ παρὰ εἰς τὸν Πέτρον, τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, τὸν ἀδελφὸν τοῦ Ἰακώβου. Καὶ ἔρχεται εἰς τὸ σπίτι τοῦ ἀρχισυναγωγοῦ καὶ βλέπει ταραχὴν καὶ ἀνθρώπους νὰ κλαίουν καὶ νὰ ὀδύρωνται δυνατά. Ὅταν ἐμπῆκε τοὺς λέγει, «Γιατὶ ταράσσεσθε καὶ κλαῖτε; Τὸ κορίτσι δὲν ἐπέθανε ἀλλὰ κοιμᾶται». Καὶ τὸν εἰρωνεύοντο. Ἀλλ’ αὐτὸς ἀφοῦ τοὺς ἔδιωξε ὅλους, παίρνει μαζί του τὸν πατέρα τοῦ κοριτσιοῦ καὶ τὴν μητέρα καὶ ἐκείνους ποὺ ἦσαν μαζί του καὶ μπαίνει ἐκεῖ, ὅπου ἦτο ξαπλωμένο τὸ κορίτσι. Καὶ ἀφοῦ ἔπιασε τὸ χέρι τοῦ κοριτσιοῦ, τῆς λέγει, « Ταλιθὰ κοῦμι», τὸ ὁποῖο μεταφρασμένο σημαίνει, «Κορίτσι, σοῦ λέγω, σήκω ἐπάνω». Καὶ ἀμέσως ἐσηκώθηκε τὸ κορίτσι καὶ περπατοῦσε· ἦτο δώδεκα ἐτῶν. Καὶ ἔμειναν ἀμέσως ἐκστατικοί. Αὐτὸς δὲ τοὺς ἔδωκε αὐστηρὰν παραγγελίαν νὰ μὴ τὸ μάθῃ κανεὶς καὶ εἶπε νὰ τῆς δώσουν νὰ φάγῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου