Σελίδες

Πέμπτη 12 Νοεμβρίου 2020

Αγιογραφικό ανάγνωσμα



Πρὸς Θεσσαλονικεῖς Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:9-14
Ἀδελφοί, μνημονεύετε τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾿ ἡμῶν τοῦ Θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ ᾿Ιουδαίᾳ ἐν Χριστῷ ᾿Ιησοῦ.

Νεοελληνική απόδοση:
Θυμηθῆτε λοιπόν, ἀδελφοί, τὸν κόπον μας καὶ τὸν μόχθον, διότι νύχτα καὶ ἡμέραν ἐργαζόμενοι, διὰ νὰ μὴ ἐπιβαρύνωμεν κανένα ἀπὸ σᾶς, σᾶς ἐκηρύξαμεν τὸ εὐαγγέλιον τοῦ Θεοῦ. Σεῖς καὶ ὁ Θεὸς εἶσθε μάρτυρες πόσον ἁγία, δικαία καὶ ἄψογη ὑπῆρξε ἡ συμπεριφορά μας πρὸς ἐσᾶς ποὺ πιστεύετε. Ξέρετε ὅτι ἐφερθήκαμε στὸν καθένα ἀπὸ σᾶς, καθὼς φέρεται ἕνας πατέρας στὰ παιδιά του, καὶ σᾶς προτρέπαμε, σᾶς ἐνθαρρύναμε καὶ σᾶς ἐξωρκίζαμε, νὰ ζῆτε κατὰ τρόπον ἄξιον πρὸς τὸν Θεόν, ὁ ὁποῖος σᾶς καλεῖ εἰς τὸ βασίλειόν του καὶ τὴν δόξαν του. Διὰ τοῦτο καὶ ἐμεῖς συνεχῶς εὐχαριστοῦμεν τὸν Θεόν, διότι ὅταν ἐλάβατε τὸν λόγον τοῦ Θεοῦ, τὸν ὁποῖον ἀκούσατε ἀπὸ μᾶς, τὸν ἐδεχθήκατε ὄχι σὰν λόγον ἀνθρώπων, ἀλλά, καθὼς εἶναι ἀληθινά, σὰν λόγον τοῦ Θεοῦ, ὁ ὁποῖος καὶ φέρει ἀποτελέσματα σ’ ἐσᾶς ποὺ πιστεύετε. Σεῖς, ἀδελφοί, ἀκολουθήσατε τὸ παράδειγμα τῶν ἐκκλησιῶν τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, ποὺ εἶναι εἰς τὴν Ἰουδαίαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου