Πρὸς Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 1:1-7
Παῦλος Ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ κατ᾽ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν καὶ Κυρίου ᾽Ιησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Χριστοῦ ᾽Ιησοῦ τοῦ Κυρίου ἡμῶν. Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν ᾽Εφέσῳ πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει· τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου, ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.

Νεοελληνική απόδοση:
Ὁ Παῦλος, ἀπόστολος τοῦ Ἰησοῦ Χριστοῦ, κατ’ ἐντολὴν τοῦ Θεοῦ τοῦ Σωτῆρός μας καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ποὺ εἶναι ἡ ἐλπίδα μας, πρὸς τὸν Τιμόθεον, τὸ γνήσιο παιδί μου εἰς τὴν πίστιν· χάρις, ἔλεος, εἰρήνη ἀπὸ τὸν Θεόν, τὸν Πατέρα μας καὶ τὸν Χριστὸν Ἰησοῦν, τὸν Κύριόν μας. Ὅταν ἐπήγαινα εἰς τὴν Μακεδονίαν, σὲ παρεκάλεσα νὰ παραμείνῃς εἰς τὴν Ἔφεσον, διὰ νὰ παραγγείλῃς εἰς μερικοὺς νὰ μὴ διδάσκουν ξένας διδασκαλίας, οὔτε νὰ δίνουν προσοχὴν εἰς ἀπέραντους μύθους καὶ γενεαλογίας, αἱ ὁποῖαι προκαλοῦν μᾶλλον συζητήσεις καὶ δὲν ἐξυπηρετοῦν τὸ σχέδιον τοῦ Θεοῦ, τὸ ὁποῖον βασίζεται εἰς τὴν πίστιν. Ὁ σκοπὸς τῆς παραγγελίας εἶναι ἡ ἀγάπη ποὺ πηγάζει ἀπὸ καθαρὴ καρδιά, ἀπὸ καλὴν συνείδησιν καὶ ἀπὸ εἰλικρινῆ πίστιν. Μερικοὶ ἐξέκλιναν ἀπὸ τὴν γραμμὴν αὐτὴν καὶ παρεσύρθησαν εἰς ματαίας συζητήσεις, καὶ θέλουν νὰ εἶναι νομοδιδάσκαλοι, ἐνῷ δὲν καταλαβαίνουν οὔτε ὅσα λέγουν οὔτε ὅσα διαβεβαιοῦν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου