Σελίδες

Τετάρτη 14 Οκτωβρίου 2020

Αγιογραφικό ανάγνωσμα



 Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 15:39-45
Ἀδελφοί, οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ ἰχθύων, ἄλλη δὲ πετεινῶν. Καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. ἔστιν σῶμα ψυχικόν, καὶ ἔστιν σῶμα πνευματικόν. Οὕτω καὶ γέγραπται· ᾽Εγένετο ὁ πρῶτος ἄνθρωπος ᾽Αδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος ᾽Αδὰμ εἰς πνεῦμα ζωοποιοῦν.

Νεοελληνική απόδοση:
Δὲν εἶναι κάθε σάρκα ἡ ἴδια σάρκα, ἀλλ’ ἄλλη εἶναι ἡ σάρκα τῶν ἀνθρώπων, ἄλλη ἡ σάρκα τῶν κτηνῶν, ἄλλη τῶν ψαριῶν, ἄλλη τῶν πτηνῶν. Ὑπάρχουν σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια. Ἀλλ’ ἄλλη εἶναι ἡ λαμπρότης τῶν ἐπουρανίων, ἄλλη τῶν γηΐνων. Ἄλλη εἶναι ἡ λαμπρότης τοῦ ἡλίου, ἄλλη τῆς σελήνης καὶ ἄλλη ἡ λαμπρότης τῶν ἀστέρων, διότι ἀστέρι ἀπὸ ἀστέρι διαφέρει κατὰ τὴν λάμψιν. Ἔτσι εἶναι καὶ μὲ τὴν ἀνάστασιν τῶν νεκρῶν. Ἐκεῖνο ποὺ σπέρνεται εἶναι φθαρτόν, ἐκεῖνο ποὺ ἀνασταίνεται ἄφθαρτον. Σπέρνεται ἄδοξον, ἀνασταίνεται ἔνδοξον, σπέρνεται εἰς κατάστασιν ἀδυναμίας, ἀνασταίνεται εἰς κατάστασιν δυνάμεως, σπέρνεται σῶμα φυσικόν, ἀνασταίνεται σῶμα πνευματικόν. Ὑπάρχει σῶμα φυσικόν, ὑπάρχει καὶ σῶμα πνευματικόν. Ἔτσι εἶναι γραμμένον: Ἔγινε ὁ πρῶτος ἄνθρωπος, ὁ Ἀδάμ, ὂν ζωντανό· ὁ τελευταῖος Ἀδὰμ πνεῦμα ποὺ δίνει ζωήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου