Σελίδες

Τρίτη 5 Μαΐου 2020

Αγιογραφικό ανάγνωσμα


Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 8:5-17
Ἐν ταῖς ἡμέραις ἐκείναις, Φίλιππος κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. Πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν, καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. ᾿Ανὴρ δέ τις ὀνόματι Σίμων προῡπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη. Προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος ᾿Ιησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα ἐξίστατο. ᾿Ακούσαντες δὲ οἱ ἐν ῾Ιεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ ᾿Ιωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα ῞Αγιον· οὔπω γὰρ ἦν ἐπ᾿ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ. Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾿ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα ῞Αγιον.

Νεοελληνική απόδοση:
 Ὁ δὲ Φίλιππος κατέβηκε εἰς πόλιν τῆς Σαμαρείας καὶ ἐκήρυττεν εἰς αὐτοὺς τὸν Χριστόν. Καὶ τὰ πλήθη μὲ μιὰ καρδιὰ ἐπρόσεχαν σὲ ὅσα ἔλεγε ὁ Φίλιππος, καθὼς τὸν ἄκουαν καὶ ἔβλεπαν τὰ θαύματα ποὺ ἔκανε. Διότι πολλοὶ εἶχαν πνεύματα ἀκάθαρτα, τὰ ὁποῖα ἔβγαιναν, ἀφοῦ ἐφώναζαν μὲ δυνατὴν φωνήν, πολλοὶ δὲ παράλυτοι καὶ χωλοὶ ἐθεραπεύθησαν, καὶ ἔγινε μεγάλη χαρὰ εἰς τὴν πόλιν ἐκείνην. Εἰς τὴν πόλιν ὑπῆρχε ἀπὸ ἀρκετὸν καιρὸν κάποιος ὀνομαζόμενος Σίμων, ὁ ὁποῖος ἐξέπληττε τὸν λαὸν τῆς Σαμαρείας μὲ τὶς μαγεῖες του καὶ ἰσχυρίζετο ὅτι εἶναι σπουδαῖος ἄνθρωπος. Καὶ ὅλοι, μικροὶ καὶ μεγάλοι, ἔδιναν εἰς αὐτὸν προσοχὴν καὶ ἔλεγαν, «Αὐτὸς εἶναι ἡ μεγάλη δύναμις τοῦ Θεοῦ». Τοῦ ἔδιναν δὲ προσοχήν, διότι ἐπὶ ἀρκετὸν χρόνον τοὺς εἶχε ἐκπλήξει μὲ τὶς μαγεῖες του. Ἀλλ’ ὅταν ἐπίστεψαν εἰς τὸν Φίλιππον, ὁ ὁποῖος ἐκήρυττε περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος τοῦ Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες καὶ γυναῖκες. Ἀκόμη καὶ αὐτὸς ὁ Σίμων ἐπίστεψε καὶ ἀφοῦ ἐβαπτίσθηκε ἔμεινε προσυλωμένος εἰς τὸν Φίλιππον καὶ ἦτο κατάπληκτος μὲ τὰ θαύματα καὶ τὰ σημεῖα ποὺ ἔβλεπε νὰ γίνωνται. Ὅταν οἱ ἀπόστολοι, ποὺ ἦσαν εἰς τὰ Ἱεροσόλυμα, ἄκουσαν ὅτι ἡ Σαμάρεια ἐδέχθηκε τὸν λόγον τοῦ Θεοῦ, ἔστειλαν εἰς αὐτοὺς τὸν Πέτρον καὶ τὸν Ἰωάννην, οἱ ὁποῖοι κατέβηκαν ἐκεῖ καὶ προσευχήθηκαν γι’ αὐτοὺς γιὰ νὰ λάβουν Πνεῦμα Ἅγιον, διότι δὲν εἶχε ἀκόμη ἔλθει σὲ κανένα ἀπὸ αὐτούς· εἶχαν μόνον βαπτισθῆ εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Τότε ἔθεταν τὰ χέρια ἐπάνω τους καὶ ἐλάβαιναν Πνεῦμα Ἅγιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου