Σελίδες

Πέμπτη 30 Απριλίου 2020

Αγιογραφικό ανάγνωσμα


Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 4:23-31
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀπολυθέντες οἱ Ἀπόστολοι ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον· Δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὁ διὰ στόματος Δαυῒδ τοῦ παιδός σου εἰπών· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Συνήχθησαν γὰρ ἐπ᾿ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου ᾿Ιησοῦν, ὃν ἔχρισας, ῾Ηρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς ᾿Ισραήλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι· καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου ᾿Ιησοῦ. Καὶ δεηθέντων αὐτῶν, ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι· καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ῾Αγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.

Νεοελληνική απόδοση:
Ὅταν ἀπελύθησαν, ἐπῆγαν εἰς τοὺς φίλους των καὶ ἀνέφεραν ὅσα τοὺς εἶπαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι. Αὐτοὶ δὲ ὅταν τὰ ἄκουσαν, ὅλοι μὲ μιὰ ψυχὴ ὕψωσαν τὴν φωνή τους πρὸς τὸν Θεὸν καὶ εἶπαν, «Δέσποτα, σὺ ποὺ ἐδημιούργησες τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ ὅλα, ὅσα ὑπάρχουν εἰς αὐτά, ποὺ διὰ στόματος τοῦ Δαυΐδ τοῦ δούλου σου εἶπες, Διατὶ ἐφρύαξαν τὰ ἔθνη καὶ οἱ λαοὶ ἐσκέφθησαν μάταια πράγματα; Ἐσηκώθηκαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες ἐμαζεύθηκαν ἐναντίον τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Διότι ἀληθινὰ ἐμαζεύθηκαν ἐναντίον τοῦ ἁγίου δούλου σου Ἰησοῦ, τὸν ὁποῖον ἔχρισες, ὁ Ἡρώδης καὶ ὁ Πόντιος Πιλᾶτος μαζὶ μὲ τὰ ἔθνη καὶ πλήθη τοῦ Ἰσραήλ, διὰ νὰ κάνουν ὅσα τὸ χέρι σου καὶ τὸ θέλημά σου προώρισαν νὰ γίνουν. Καὶ τώρα, Κύριε, βλέπε τὶς ἀπειλές τους καὶ δῶσε εἰς τοὺς δούλους σου, νὰ κηρύττουν τὸν λόγον σου μὲ ὅλον τὸ θάρρος, ἐνῷ σὺ θὰ ἁπλώνῃς τὸ χέρι σου, ὥστε νὰ γίνονται θεραπεῖαι καὶ θαύματα καὶ τέρατα διὰ τοῦ ὀνόματος τοῦ ἁγίου δούλου σου Ἰησοῦ». Ὅταν προσευχήθηκαν ἐσαλεύθηκε ὁ τόπος ὅπου ἦσαν συγκεντρωμένοι καὶ ἐπληρώθησαν ὅλοι ἀπὸ Πνεῦμα Ἅγιον καὶ ἐκήρυτταν τὸν λόγον τοῦ Θεοῦ μὲ θάρρος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου