Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 1:1-9
Παῦλος, ἀπόστολος ᾽Ιησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν ᾽Εφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ ᾽Ιησοῦ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου ᾽Ιησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ· καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ· προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ ᾽Ιησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ , ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ· ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ.
Νεοελληνική απόδοση:
Ὁ Παῦλος, ἀπόστολος τοῦ Ἰησοῦ Χριστοῦ μὲ τὸ θέλημα τοῦ Θεοῦ, πρὸς τοὺς ἁγίους, οἱ ὁποῖοι εἶναι εἰς τὴν Ἔφεσον, καὶ εἶναι πιστοὶ ἐν Χριστῷ Ἰησοῦ· χάρις καὶ εἰρήνη νὰ εἶναι σ’ ἐσᾶς ἀπὸ τὸν Θεὸν Πατέρα μας καὶ ἀπὸ τὸν Κύριον Ἰησοῦν Χριστόν. Εὐλογητὸς ἂς εἶναι ὁ Θεὸς καὶ Πατέρας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, ὁ ὁποῖος μᾶς εὐλόγησε ἐν Χριστῷ μὲ κάθε εὐλογίαν πνευματικὴν εἰς τὰ ἐπουράνια, ὅπως καὶ μᾶς ἐξέλεξε ἐν αὐτῷ πρὶν δημιουργηθῇ ὁ κόσμος, διὰ νὰ εἴμεθα ἅγιοι καὶ ἄψογοι ἐνώπιόν του, ἀφοῦ δι’ ἀγάπης μᾶς προώρισε νὰ εἴμεθα υἱοί του διὰ τοῦ Ἰησοῦ Χριστοῦ, σύμφωνα πρὸς τὴν εὐαρέσκειαν τοῦ θελήματός του, πρὸς ἔπαινον τῆς ἐνδόξου χάριτός του, μὲ τὴν ὁποίαν μᾶς ἐπροίκισε πλούσια διὰ τοῦ Ἀγαπημένου. Δι’ αὐτοῦἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματός του, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, σύμφωνα πρὸς τὸν πλοῦτον τῆς χάριτός του, τὴν ὁποίαν πλούσια ἐχάρισε σ’ ἐμᾶς μὲ κάθε σοφίαν καὶ φρόνησιν, καὶ μᾶς ἐγνώρισε τὸ μυστικὸν θέλημά του κατὰ τὴν εὐαρέσκειάν του,
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου