Σελίδες

Δευτέρα 23 Δεκεμβρίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Μάρκον
ι΄ 46 - 52
Τῷ καιρῷ ἐκείνῳ, ἐκπορευομένου τοῦ Ἰησοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· Υἱὲ Δαυῒδ Ἰησοῦ, ἐλέησόν με. 48καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυῒδ, ἐλέησόν με. 49καὶ στὰς ὁ Ἰησοῦς εἶπε· Φωνήσατε αὐτόν· καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, ἔγειρε· φωνεῖ σε. 50ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· Τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω. 52καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.

Νεοελληνική απόδοση:
 Καὶ ἔρχονται εἰς τὴν Ἱεριχώ. Καὶ ὅταν ἔβγαινε ἀπὸ τὴν Ἱεριχὼ αὐτὸς καὶ οἱ μαθηταί του καὶ λαὸς ἀρκετός, ὁ υἱός τοῦ Τιμαίου, ὁ Βαρτίμαιος, τυφλός, ἐκαθότανε κοντὰ εἰς τὸν δρόμον καὶ ζητοῦσε ἐλεημοσύνην. Καὶ ὅταν ἄκουσε ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος ἦτο ἐκεῖ, ἄρχισε νὰ φωνάζῃ καὶ νὰ λέγῃ, «Υἱὲ τοῦ Δαυΐδ, Ἰησοῦ, ἐλέησέ με». Καὶ πολλοὶ τὸν ἐπέπλητταν διὰ νὰ σιωπήσῃ· ἀλλ’ αὐτὸς πολὺ περισσότερον ἐφώναζε, «Υἱὲ τοῦ Δαυΐδ ἐλέησέ με». Καὶ ὁ Ἰησοῦς ἐστάθηκε καὶ εἶπε, «Φωνάξτε τον». Καὶ φωνάζουν τὸν τυφλὸν καὶ τοῦ λέγουν, «Ἔχε θάρρος, σήκω, σὲ φωνάζει». Αὐτὸς ἐπέταξε τὸ ἐπανωφόρι του, ἐσηκώθηκε καὶ ἦλθε εἰς τὸν Ἰησοῦν. Ὁ Ἰησοῦς τοῦ εἶπε, «Τί θέλεις νὰ σοῦ κάνω;». Ὁ τυφλὸς τοῦ ἀπαντᾶ, «Διδάσκαλε, νὰ ἀνακτήσω τὴν ὅρασίν μου». Καὶ ὁ Ἰησοῦς τοῦ εἶπε, «Πήγαινε, ἡ πίστις σου σὲ ἔσωσε». Καὶ ἀμέσως ἀπέκτησε πάλιν τὴν ὅρασίν του καὶ ἀκολουθοῦσε τὸν Ἰησοῦν εἰς τὸν δρόμον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου