Σελίδες

Τετάρτη 4 Σεπτεμβρίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Ματθαῖον 
κγ΄ 23 - 28 
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι. 24ὁδηγοὶ τυφλοί, οἱ διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες! 25Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας. 26Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν. 27Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. 28οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ μεστοὶ ἐστε ὑποκρίσεως καὶ ἀνομίας. 

Νεοελληνική απόδοση:
Ἀλλοίμονον σ’ ἐσᾶς, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, διότι δίνετε τὸ δέκατον ἀπὸ τὸν δυόσμον καὶ ἀπὸ τὸ ἄνηθον καὶ ἀπὸ τὸ κύμινον, καὶ ἀφήσατε τὰ σπουδαιότερα τοῦ νόμου, τὸ δίκαιον καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν. Αὐτὰ εἶναι ποὺ ἔπρεπε νὰ κάνετε χωρὶς νὰ παραμελῆτε καὶ ἐκεῖνα. Ὁδηγοὶ τυφλοί, ποὺ ξεκαθαρίζετε τὸ κουνούπι, ἐνῷ καταπίνετε τὴν καμήλα. Ἀλλοίμονον σ’ ἐσᾶς, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, διότι καθαρίζετε τὸ ἐξωτερικὸν μέρος τοῦ ποτηριοῦ καὶ τοῦ πιάτου, μέσα δὲ εἶναι γεμάτα ἀπὸ ἁρπαγὴν καὶ ἀδικίαν. Φαρισαῖε τυφλέ, καθάρισε πρῶτα τὸ ἐσωτερικὸν τοῦ ποτηριοῦ καὶ τοῦ πιάτου, διὰ νὰ γίνῃ καὶ τὸ ἐξωτερικόν του καθαρόν. Ἀλλοίμονον σ’ ἐσᾶς, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, διότι μοιάζετε μὲ τάφους ἀσβεστωμένους, οἱ ὁποίοι ἀπ’ ἔξω μὲν φαίνονται ὡραῖοι, ἀλλὰ μέσα εἶναι γεμᾶτοι ἀπὸ κόκκαλα νεκρῶν καὶ ἀπὸ κάθε ἀκαθαρσίαν. Ἔτσι καὶ σεῖς, ἀπ’ ἔξω μὲν φαίνεσθε εἰς τοὺς ἀνθρώπους δίκαιοι, ἀλλ’ ἀπὸ μέσα εἶσθε γεμᾶτοι ὑποκρισίαν καὶ ἀνομίαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου