Σελίδες

Παρασκευή 7 Ιουνίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Ἰωάννην 
ιδ΄ 1 – 7
Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ Μαθηταῖς· Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. 2ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν. πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· 3καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε. 4καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδόν οἴδατε. 5Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; 6λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ. 7εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπ' ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. 

Νεοελληνική απόδοση:
 «Ἄς μὴ ταράσσεται ἡ καρδιά σας. Πιστεύετε εἰς τὸν Θεόν, πιστεύετε καὶ εἰς ἐμέ. Εἰς τὸ σπίτι τοῦ Πατέρα μου ὑπάρχουν πολλὰ μέρη διαμονῆς· ἂν δὲν ὑπῆρχαν θὰ σᾶς τὸ ἔλεγα. Πηγαίνω νὰ σᾶς ἑτοιμάσω τόπον. Καὶ ἐὰν πάω καὶ σᾶς ἑτοιμάσω τόπον, πάλιν θὰ ἔλθω καὶ θὰ σᾶς παραλάβω μαζί μου, ὥστε ὅπου εἶμαι ἐγὼ νὰ εἶσθε καὶ σεῖς. Ξέρετε ποῦ πηγαίνω καὶ γνωρίζετε καὶ τὸν δρόμον». Ὁ Θωμᾶς τοῦ λέγει, «Κύριε, δὲν ξέρομεν ποῦ πηγαίνεις καὶ πῶς μποροῦμε νὰ ξέρωμεν τὸν δρόμον;». Λέγει εἰς αὐτὸν ὁ Ἰησοῦς, «Ἐγὼ εἶμαι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή, κανεὶς δὲν ἔρχεται εἰς τὸν Πατέρα παρὰ δι’ ἐμοῦ. Ἐὰν μὲ ἠξέρατε, θὰ ἠξέρατε καὶ τὸν Πατέρα μου. Ἀπὸ τώρα τὸν ξέρετε καὶ τὸν ἔχετε ἰδῆ».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου