Σελίδες

Πέμπτη 6 Ιουνίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Λουκᾶν 
κδ΄ 46 – 53 
καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 49καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ' ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. 50Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ' αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν. 

Νεοελληνική απόδοση:
 καὶ τοὺς εἶπε, «Ἔτσι εἶναι γραμμένον καὶ ἔτσι ἔπρεπε ὁ Χριστὸς νὰ πάθῃ καὶ νὰ ἀναστηθῇ ἐκ νεκρῶν τὴν τρίτην ἡμέραν, καὶ νὰ κηρυχθῇ εἰς τὸ ὄνομά του μετάνοια καὶ ἄφεσις ἁμαρτιῶν εἰς ὅλα τὰ ἔθνη ἀρχίζοντες ἀπὸ τὴν Ἱερουσαλήμ. Σεῖς εἶσθε μάρτυρες αὐτῶν τῶν πραγμάτων. Καὶ ἰδού, ἐγὼ στέλλω σ’ ἐσᾶς ὅ,τι ὑποσχέθηκε ὁ Πατέρας μου· σεῖς δὲ καθῆστε εἰς τὴν πόλιν Ἱερουσαλὴμ ἕως ὅτου ἐνδυθῆτε δύναμιν ἐξ ὕψους». Τοὺς ὡδήγησε δὲ ἔξω ἕως τὴν Βηθανίαν καὶ ἀφοῦ ἐσήκωσε τὰ χέρια του τοὺς εὐλόγησε. Καὶ ἐνῷ τοὺς εὐλογοῦσε, ἀποχωρίσθηκε ἀπὸ αὐτοὺς καὶ ἐφέρετο ἐπάνω εἰς τὸν οὐρανόν. Αὐτοὶ τὸν προσκύνησαν καὶ ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ μὲ μεγάλην χαράν, καὶ ἦσαν πάντοτε εἰς τὸν ναόν, δοξολογοῦντες καὶ εὐχαριστοῦντες τὸν Θεόν. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου