Σελίδες

Σάββατο 27 Απριλίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Ματθαῖον 
κη΄ 1 - 10 
Ὀψὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. 2καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. 3ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. 4ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί. 5ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· 6οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπε. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. 7καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. 8καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. 9ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· Χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 10τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται. 

Νεοελληνική απόδοση:
Μετὰ τὸ Σάββατον, μόλις ἄρχισε νὰ φωτίζῃ ἡ πρώτη ἡμέρα τῆς ἑβδομάδος, ἦλθε ἡ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία διὰ νὰ ἰδοῦν τὸν τάφον. Καὶ ἔγινε μεγάλος σεισμός, διότι ἕνας ἄγγελος τοῦ Κυρίου κατέβηκε ἀπὸ τὸν οὐρανόν, ἐπλησίασε καὶ ἀπεκύλισε τὸν λίθον ἀπὸ τὴν πόρτα τοῦ μνήματος καὶ ἐκαθότανε ἐπάνω σ’ αὐτόν. Το πρόσωπόν του ἦτο σὰν ἀστραπὴ καὶ τὸ ἔνδυμά του ἄσπρο σὰν τὸ χιόνι. Οἱ φύλακες τὸν ἐφοβήθηκαν καὶ ἐταράχθηκαν καὶ ἔγιναν σὰν νεκροί. Τότε ἐμίλησε ὁ ἄγγελος καὶ εἶπε εἰς τὶς γυναῖκες, «Σεῖς μὴ φοβᾶσθε· ξέρω ὅτι ζητᾶτε τὸν Ἰησοῦν τὸν σταυρωμένον. Δὲν εἶναι ἐδῶ, διότι ἀναστήθηκε, καθὼς εἶχε πῆ. Ἐλᾶτε, ἰδέτε τὸν τόπον, ὅπου ἦτο ὁ Κύριος. Γρήγορα πηγαίνετε νὰ πῆτε εἰς τοὺς μαθητάς του ὅτι ἀναστήθηκε ἀπὸ τοὺς νεκροὺς καὶ πηγαίνει πρὶν ἀπὸ σᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ θὰ τὸν ἰδῆτε. Νά, σᾶς τὸ εἶπα. Καὶ ἐβγῆκαν γρήγορα ἀπὸ τὸ μνῆμα μὲ φόβον καὶ χαρὰν μεγάλην καὶ ἔτρεξαν νὰ τὰ ἀναγγείλουν εἰς τοὺς μαθητάς του. Καθὼς ἐπήγαιναν διὰ νὰ τὰ ἀναγγείλουν εἰς τοὺς μαθητάς του, ὁ Ἰησοῦς τὰς συνήντησε καὶ εἶπε, «Χαίρετε». Αὐταὶ ἐπλησίασαν, ἔπιασαν τὰ πόδια του καὶ τὸν προσκύνησαν. Τότε λέγει εἰς αὐτὰς ὁ Ἰησοῦς, «Μὴ φοβᾶσθε, πηγαίνετε νὰ πῆτε εἰς τοὺς ἀδελφούς μου νὰ ἀναχωρήσουν εἰς τὴν Γαλιλαίαν καὶ ἐκεῖ θὰ μὲ ἰδοῦν».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου