Ἐκ τοῦ κατὰ Ἰωάννην
ιθ΄ 23 - 30
Τῷ καιρῷ ἐκείνῳ, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι' ὅλου. 24εἶπον οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 25Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 26Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί αὐτοῦ· Γύναι, ἴδε ὁ υἱός σου, 27εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ' ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. 28Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει· Διψῶ. 29σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δὲ πλήσαντες σπόγγον ὄξους καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς εἶπε· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.
Νεοελληνική απόδοση:
Οἱ στρατιῶται, ὅταν ἐσταύρωσαν τὸν Ἰησοῦν, ἐπῆραν τὰ ἐνδύματά του καὶ τὰ ἐχώρισαν σὲ τέσσερα μερίδια, ἕνα μερίδιον γιὰ κάθε στρατιώτην, καὶ τὸν χιτῶνα· ὁ δὲ χιτὼν δὲν εἶχε ραφήν, ἦτο ὑφαντὸς ἀπὸ ἐπάνω ἕως κάτω. Εἶπαν λοιπὸν μεταξύ τους, «Ἂς μὴ τὸν σχίσωμε ἀλλ’ ἂς βάλωμε δι’ αὐτὸν κλῆρον τίνος θὰ πέσῃ» – διὰ νὰ ἐκπληρωθῇ ἡ γραφὴ ποὺ λέγει, Ἐμοίρασαν τὰ ἐνδύματά μου μεταξὺ τους καὶ διὰ τὸν ἱματισμόν μου ἔρριξαν κλῆρον. Αὐτὰ ἔκαναν οἱ στρατιῶται. Κοντὰ εἰς τὸν σταυρὸν τοῦ Ἰησοῦ ἐστέκοντο ἡ μητέρα του καὶ ἡ ἀδελφὴ τῆς μητέρας του, ἡ Μαρία ἡ σύζυγος τοῦ Κλωπᾶ καὶ ἡ Μαρία ἡ Μαγδαληνή. Ὅταν εἶδε ὁ Ἰησοῦς τὴν μητέρα του καὶ τὸν μαθητὴν ποὺ ἀγαποῦσε, νὰ στέκεται κοντά της, εἶπε εἰς τὴν μητέρα του «Γυναῖκα, νά ὁ υἱός σου». Ἔπειτα εἶπε εἰς τὸν μαθητήν, «Νά ἡ μητέρα σου». Καὶ ἀπ’ ἐκείνην τὴν ὥραν τὴν ἐπῆρε ὁ μαθητὴς στὸ σπίτι του. Ὕστερα, ἐπειδὴ ἐγνώριζε ὁ Ἰησοῦς ὅτι ὅλα ἔχουν ἤδη ἐκτελεσθῆ, διὰ νὰ ἐκπληρωθῇ σὲ ὅλα ἡ γραφή, λέγει, «Διψῶ». Ἐκεῖ εὑρίσκετο δοχεῖον γεμάτο ξύδι. Οἱ στρατιῶται ἐγέμισαν ἕνα σφουγγάρι μὲ ξύδι, τὸ ἔβαλαν εἰς ἕνα κοντάρι καὶ τὸ ἔφεραν εἰς τὸ στόμα του. Ὄταν ὁ Ἰησοῦς ἐπῆρε τὸ ξύδι, εἶπε, «Τετέλεσται», καὶ ἀφοῦ ἔγυρε τὸ κεφάλι, παρέδωκε τὸ πνεῦμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου