Σελίδες

Τετάρτη 6 Μαρτίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Λουκᾶν 
κγ΄ 1 - 25
Τῷ καιρῷ ἐκείνῳ, ἀπήγαγον τὸν Ἰησοῦν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπὶ τὸν Πιλᾶτον. 2ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. 3ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. 4ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. 6Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι· 7καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ' αὐτοῦ γινόμενον. 9ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐντόνως κατηγοροῦντες αὐτοῦ. 11ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ' ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς. 13Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14εἶπε πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ' αὐτοῦ. 15ἀλλ' οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. 16παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 17ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. 18ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν· 19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακὴν. 20πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν. 22ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων. 24ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν, 25ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν. 

Νεοελληνική απόδοση:
Τότε ἐσηκώθηκαν ὅλα τὰ μέλη τοῦ συνεδρίου καὶ τὸν ἔφεραν εἰς τὸν Πιλᾶτον. Καὶ ἄρχισαν νὰ τὸν κατηγοροῦν λέγοντες, «Εὑρήκαμε αὐτὸν τὸν ἄνθρωπον νὰ διαστρέφῃ τὸ ἔθνος μας, νὰ ἐμποδίζῃ νὰ δίνωμεν φόρους εἰς τὸν Καίσαρα καὶ νὰ λέγῃ διὰ τὸν ἐαυτόν του ὅτι εἶναι ὁ Χριστός, ὁ βασιλεύς». Τότε ὁ Πιλᾶτος τὸν ἐρώτησε, «Σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Ἐκεῖνος δὲ τοῦ ἀπεκρίθη, «Σὺ τὸ λέγεις». Ὁ Πιλᾶτος εἶπε τότε εἰς τοὺς ἀρχιερεῖς καὶ εἰς τὰ πλήθη, «Δὲν βρίσκω καμμίαν αἰτίαν κατηγορίας εἰς τὸν ἄνθρωπον αὐτόν». Ἀλλ’ ἐκεῖνοι ἐπέμεναν καὶ ἔλεγαν ὅτι ἀναταράσσει τὸν λαὸν καὶ διδάσκει εἰς ὅλην τὴν Ἰουδαίαν· ἀφοῦ ἄρχισε ἀπὸ τὴν Γαλιλαίαν ἦλθε ἕως ἐδῶ». Ὅταν ὁ Πιλᾶτος ἄκουσε «Γαλιλαίαν», ἐρώτησε ἐὰν ὁ ἄνθρωπος εἶναι Γαλιλαῖος καὶ ὅταν ἔμαθε ὅτι εἶναι ἀπὸ τὸ μέρος ποὺ ὑπάγεται εἰς τὴν ἐξουσίαν τοῦ Ἡρώδη, τὸν ἔστειλε εἰς αὐτόν, διότι εὑρίσκετο καὶ ὁ Ἡρώδης εἰς τὰ Ἱεροσόλυμα κατὰ τὰς ἡμέρας ἐκείνας. Ὅταν ὁ Ἡρώδης εἶδε τὸν Ἰησοῦν, ἐχάρηκε πολύ, διότι ἐπὶ ἀρκετὸν καιρόν ἤθελε νὰ τὸν ἰδῇ, ἐπειδὴ εἶχε ἀκούσει πολλὰ γι’ αὐτὸν καὶ ἤλπιζε νὰ τὸν ἰδῇ νὰ κάνῃ κανένα θαῦμα. Τοῦ ὑπέβαλλε πολλὰς ἐρωτήσεις, αὐτὸς ὅμως δὲν τοῦ ἔδωκε καμμίαν ἀπόκρισιν. Ἀλλ’ ἐστέκοντο ἐκεῖ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, οἱ ὁποῖοι δριμύτατα τὸν κατηγοροῦσαν. Τότε ὁ Ἡρώδης μαζί μὲ τοὺς στρατιώτας του τὸν ἐξευτέλισε καὶ τὸν ἐνέπαιξε· ὕστερα τοῦ ἐφόρεσε ἕναν λαμπρὸν μανδύαν καὶ τὸν ἔστειλε πάλιν εἰς τὸν Πιλᾶτον. Τὴν ἡμέραν αὐτὴν ὁ Ἡρώδης καὶ ὁ Πιλᾶτος ἔγιναν φίλοι μεταξύ τους· προηγουμένως ἦσαν εἰς ἔχθραν. Ὁ Πιλᾶτος συνεκάλεσε τοὺς ἀρχιερεῖς, τοὺς ἄρχοντας καὶ τὸν λαόν, καὶ τοὺς εἶπε, «Μοῦ φέρατε τὸν ἄνθρωπον αὐτὸν σὰν ταραξίαν τοῦ λαοῦ ἀλλὰ ἐγώ, ἀφοῦ τὸν ἀνέκρινα ἐνώπιόν σας, δὲν εὑρῆκα εἰς αὐτὸν τίποτε ἀπ’ ὅσα τὸν κατηγορεῖτε. Ἀλλ’ οὔτε καὶ ὁ Ἡρώδης, διότι τὸν παρέπεμψε σ’ ἐμᾶς. Δὲν ἔχει κάνει τίποτε ἄξιον θανάτου. Ἀφοῦ λοιπὸν τὸν τιμωρήσω, θὰ τὸν ἀφήσω ἐλεύθερον». [Εἶχε ὑποχρέωσιν νὰ τοὺς ἐλευθερώσῃ ἕνα κατὰ τὴν ἐορτήν]. Ἀλλ’ ὅλον τὸ πλῆθος ἐφώναξε, «Θανάτωσε τοῦτον, καὶ ἐλευθέρωσέ μας τὸν Βαραββᾶν», ὁ ὁποῖος ἦτο φυλακισμένος διὰ στάσιν ποὺ ἔγινε εἰς τὴν πόλιν καὶ διὰ φόνον. Ὁ Πιλᾶτος, ἐπειδὴ ἤθελε νὰ ἀπολύσῃ τὸν Ἰησοῦν, τοὺς μίλησε καὶ πάλιν. Ἀλλ’ αὐτοὶ ἐξακολουθοῦσαν νὰ φωνάζουν, «Σταύρωσέ τον, σταύρωσέ τον». Διὰ τρίτην φορὰν τοὺς εἶπε, «Τί κακὸν ἔκανε;» Δὲν εὑρῆκα εἰς αὐτὸν τίποτε ἄξιον θανάτου· ἀφοῦ λοιπὸν τὸν τιμωρήσω, θὰ τὸν ἀπολύσω». Ἀλλ’ αὐτοὶ ἐπέμεναν μὲ δυνατὲς φωνὲς καὶ ἐζητοῦσαν νὰ σταυρωθῇ, καὶ οἱ φωνὲς οἱ δικές τους καὶ τῶν ἀρχιερέων ὑπερίσχυσαν. Καὶ ὁ Πιλᾶτος ἀπεφάσισε νὰ γίνῃ τὸ αἴτημά τους. Ἀπέλυσε πρὸς χάριν τους τὸν Βαραββᾶν ποὺ ἐζητοῦσαν καὶ ὁ ὁποῖος ἦτο φυλακισμένος διὰ στάσιν καὶ φόνον, τὸν δὲ Ἰησοῦν παρέδωκε εἰς τὴν διάθεσίν τους.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου