Ἐκ τοῦ κατὰ Μάρκον
ιε΄ 1 - 15
Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, κατὰ τοῦ Ἰησοῦ, καὶ δήσαντες αὐτόν, ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. 2καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Σὺ λέγεις. 3καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο. 4ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν. 5ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. 6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὅνπερ ᾐτοῦντο. 7ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. 9ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς· Τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων; 13οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν. 14ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ ἐποίησε κακόν; οἱ δὲ περισσοτέρως ἔκραξαν· Σταύρωσον αὐτόν. 15ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
Νεοελληνική απόδοση:
Καὶ ἐνωρὶς τὸ πρωΐ εἶχαν συμβούλιον οἱ ἀρχιερεῖς μαζὶ μὲ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς καὶ ὅλον τὸ συνέδριον καὶ ἀφοῦ ἔδεσαν τὸν Ἰησοῦν, τὸν μετέφεραν καὶ τὸν παρέδωκαν εἰς τὸν Πιλᾶτον. Καὶ τὸν ἐρώτησε ὁ Πιλᾶτος, «Σὺ εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων;». Ἐκεῖνος τοῦ ἀπεκρίθη, «Σὺ τὸ λέγεις». Καὶ οἱ ἀρχιερεῖς τὸν κατηγοροῦσαν διὰ πολλὰ πράγματα. Ὁ Πιλᾶτος πάλιν τὸν ἐρώτησε, «Δὲν ἀποκρίνεσαι τίποτε; Κύτταξε πόσα σοῦ κατηγοροῦν». Ἀλλ’ ὁ Ἰησοῦς ἀκόμη δὲν ἀπαντοῦσε τίποτε, ὥστε ὁ Πιλᾶτος ἔμεινε κατάπληκτος. Κατὰ τὴν ἑορτὴν ἀπέλυε ἕνα φυλακισμένον, ὅποιον ἐζητοῦσαν. Ἦτο δὲ τότε ὁ λεγόμενος Βαραββᾶς εἰς τὴν φυλακὴν μαζὶ μὲ τοὺς στασιαστάς, οἱ ὁποῖοι κατὰ τὴν στάσιν εἶχαν διαπράξει φόνον. Καὶ μὲ φωνὲς ὁ λαὸς ἄρχισε νὰ ζητῇ νὰ τοὺς κάνῃ καθὼς πάντοτε συνείθιζε. Ὁ δὲ Πιλᾶτος τοὺς ἀπεκρίθη, «Θέλετε νὰ σᾶς ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων;», διότι ἤξερε ὅτι ἕνεκα φθόνου τὸν εἶχαν παραδώσει οἱ ἀρχιερεῖς. Οἱ δὲ ἀρχιερεῖς ἐξηρέθιζαν τὸν ὄχλον διὰ νὰ τοῦ ζητήσουν νὰ ἀπολύσῃ μᾶλλον τὸν Βαραββᾶν. Ὁ Πιλᾶτος πάλιν ἀπεκρίθη εἰς αὐτοὺς, «Τὶ λοιπὸν νὰ κάνω εἰς αὐτὸν ποὺ καλεῖτε βασιλέα τῶν Ἰουδαίων;». Αὐτοὶ πάλιν ἐφώναξαν, «Σταύρωσέ τον». Ὁ Πιλᾶτος τοὺς εἶπε, «Γιατί, τί κακὸν ἐκανε;», οἱ δὲ ἀκόμη περισσότερον ἐκραύγαζαν, «Σταύρωσέ τον». Ὁ Πιλᾶτος ἐπειδὴ ἤθελε νὰ ἱκανοποιήσῃ τὸν ὄχλον, ἀπέλυσε τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν, ἀφοῦ τὸν ἐμαστίγωσε, τὸν παρέδωκε διὰ νὰ σταυρωθῇ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου