Σελίδες

Παρασκευή 11 Ιανουαρίου 2019

Αγιογραφικό ανάγνωσμα


Ἐκ τοῦ κατὰ Λουκᾶν 
δ΄ 1 - 8
Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψεν ὁ Ἰησοῦς ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασε. καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. καὶ ἀπεκρίθη ὁ Ἰησοῦς πρὸς αὐτὸν λέγων· Γέγραπται ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·6καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν· σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σοῦ πᾶσα. 8καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς· Ὕπαγε ὀπίσω μου σατανᾶ γέγραπται γὰρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 

Νεοελληνική απόδοση:
Ὁ Ἰησοῦς, γεμᾶτος Πνεῦμα Ἅγιον, ἐπέστρεψε ἀπὸ τὸν Ἰορδάνην καὶ ἐφέρετο ἀπὸ τὸ Πνεῦμα εἰς τὴν ἔρημον, ὅπου ἐπὶ σαράντα ἡμέρες ἐπειράζετο ἀπὸ τὸν διάβολον. Καὶ δὲν ἔφαγε τίποτε κατὰ τὰς ἡμέρας ἐκείνας καὶ ὅταν ἐτελείωσαν, ὕστερα ἐπείνασε. Εἶπε τότε εἰς αὐτὸν ὁ διάβολος, «Ἐὰν εἶσαι Υἱὸς τοῦ Θεοῦ, πὲς σὲ αὐτὴν τὴν πέτρα νὰ γίνῃ ψωμί». Καὶ ἀπεκρίθη εὶς αὐτὸν ὁ Ἰησοῦς, «Εἶναι γραμμένον ὅτι ὁ ἄνθρωπος δὲν ζῇ μόνον μὲ ψωμί, ἀλλὰ μὲ κάθε λόγον τοῦ Θεοῦ». Ὕστερα ὁ διάβολος τὸν ἀνέβασε σ’ ἕνα ψηλὸ βουνὸ καὶ τοῦ ἔδειξε, διὰ μίαν στιγμήν, ὅλα τὰ βασίλεια τῆς οἰκουμένης, καὶ τοῦ εἶπε, «Θὰ σοῦ δώσω ὅλην αὐτὴν τὴν ἐξουσίαν καὶ τὴν δόξαν τους, διότι σ’ ἐμὲ ἔχει παραδοθῆ καὶ σ’ ὅποιον θέλω τὴν δίνω. Ἐὰν λοιπὸν μὲ προσκυνήσῃς ὅλα θὰ εἶναι δικά σου». Καὶ ὁ Ἰησοῦς τοῦ ἀπεκρίθη, «Πήγαινε ὀπίσω μου, Σατανᾶ· εἶναι γραμμένον, Τὸν Κύριον τὸν Θεόν σου νὰ προσκυνᾷς καὶ αὐτὸν μόνον θὰ λατρεύῃς».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου