Σελίδες

Κυριακή 2 Δεκεμβρίου 2018

Το Αποστολικό και Ευαγγελικό ανάγνωσμα της Κυριακής


† Κυριακῇ 2 Δεκεμβρίου 2018 (ΙΔ' Λουκᾶν)

Τὸ Εὐαγγέλιον
Ἐκ τοῦ κατά Λουκᾶν 
Κεφ. ιη' : 35-43

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς ῾Ιεριχὼ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. Ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο, τί εἴη τοῦτο; Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε, λέγων· ᾿Ιησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυΐδ, ἐλέησόν με. Σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ, ἐπηρώτησεν αὐτὸν, λέγων· Τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν Θεόν. Καὶ πᾶς ὁ λαὸς ἰδὼν, ἔδωκεν αἶνον τῷ Θεῷ.

Ὁ Ἀπόστολος
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Κεφ. στ' : 10-17

Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι βῆμα Θεοῦ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου