Σελίδες

Τρίτη 2 Οκτωβρίου 2018

Το Αποστολικό ανάγνωσμα της ημέρας


 Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου. 
Πρὸς Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 1:12-17 
Τέκνον Τιμόθεε, χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ᾿ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ ᾿Ιησοῦ. Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς ᾿Ιησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ᾿Ιησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾿ αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 

Νεοελληνική απόδοση:
 Εὐχαριστῶ αὐτὸν ποὺ μὲ ἐνδυνάμωσε, τὸν Ἰησοῦν Χριστόν, τὸν Κύριόν μας, διότι μὲ ἐθεώρησε πιστόν, καὶ διώρισε εἰς τὴν ὑπηρεσίαν του ἐμέ, ἂν καὶ πρὶν ἤμουν βλάσφημος καὶ διώκτης καὶ ὑβριστής, ἀλλὰ ἐλεήθηκα διότι ἀπὸ ἄγνοιαν ἐνεργοῦσα μέσα στὴν ἀπιστίαν, καὶ ξεχείλισε ἡ χάρις τοῦ Κυρίου μας μαζὶ μὲ πίστιν καὶ ἀγάπην ποὺ ἔχουν τὰς ρίζας των εἰς τὸν Χριστὸν Ἰησοῦν. Εἶναι ἀξιόπιστα καὶ ἄξια πλήρους ἀποδοχῆς τὰ λόγια αὐτά, ὅτι ὁ Ἰησοῦς Χριστὸς ἦλθε εἰς τὸν κόσμον διὰ νὰ σώσῃ ἁμαρτωλούς, πρῶτος τῶν ὁποίων εἶμαι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἐλεήθηκα, διὰ νὰ δείξῃ ὁ Ἰησοῦς Χριστὸς τὴν ὅλην μακροθυμίαν του πρῶτα σ’ ἐμέ, καὶ νὰ χρησιμεύσω ὡς πρότυπον εἰς ἐκείνους ποὺ μελλοντικὰ θὰ πιστέψουν εἰς αὐτόν διὰ νὰ ἀποκτήσουν τὴν αἰώνιον ζωήν. Εἰς δὲ τὸν Βασιλέα τῶν αἰώνων, τὸν ἄφθαρτον, τὸν ἀόρατον, τὸν μόνον σοφὸν Θεόν, ἂς εἶναι τιμὴν καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου