Σελίδες

Τρίτη 18 Σεπτεμβρίου 2018

Το Αποστολικό ανάγνωσμα της ημέρας


ΤΡΙΤΗ ΙΖ΄, ΕΒΔΟΜΑΔΟΣ 
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:19-22;3:1-7 
Ἀδελφοί, οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ τῶν Προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ ᾽Ιησοῦ, ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν· εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσέ μοι τὸ μυστήριον, καθὼς περιέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ)· ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι· εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ ᾽Ιησοῦ διὰ τοῦ Εὐαγγελίου, οὗ ἐγενόμην διάκονος, κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. 

Νεοελληνική απόδοση:
Ὥστε λοιπόν, δὲν εἶσθε πλέον ξένοι καὶ παρεπίδημοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, διότι ἔχετε οἰκοδομηθῆ ἐπάνω εἰς τὸ θεμέλιον τῶν ἀποστόλων καὶ τῶν προφητῶν, τοῦ ὁποίου ὁ Ἰησοῦς Χριστὸς εἶναι ὁ ἀκρογωνιαῖος λίθος, ἐπάνω εἰς τὸν ὁποῖον ἡ ὅλη οἰκοδομὴ συναρμολογεῖται καὶ αὐξάνει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Ἐν αὐτῷ καὶ σεῖς συνοικοδομεῖσθε, ὥστε νὰ γίνετε τόπος κατοικίας τοῦ Θεοῦ διὰ τοῦ Πνεύματος. Διὰ τοῦτο ἐγὼ ὁ Παῦλος, ὁ φυλακισμένος τοῦ Ἰησοῦ Χριστοῦ γιὰ σᾶς τοὺς ἐθνικούς, ἀφοῦ ἀκούσατε διὰ τὸ σχέδιον τῆς χάριτος τοῦ Θεοῦ, ποὺ μοῦ ἐδόθηκε γιὰ σᾶς, ὅτι δηλαδὴ κατ’ ἀποκάλυψιν μοῦ ἐγνώρισε τὸ μυστήριον, ὅπως σᾶς ἔγραψα προηγουμένως μὲ λίγα λόγια, εἰς τὰ ὁποία μπορεῖτε, ἐὰν τὰ ἀναγνώσετε, νὰ ἐννοήσετε πῶς ἀντιλαμβάνομαι τὸ μυστήριον τοῦ Χριστοῦ, τὸ ὁποῖον εἰς ἄλλας γενεὰς δὲν ἔγινε γνωστὸν εἰς τοὺς ἀνθρώπους, ὅπως ἀποκαλύφθηκε τώρα εἰς τοὺς ἁγίους ἀποστόλους του καὶ εἰς τοὺς προφήτας διὰ τοῦ Πνεύματος, ὅτι δηλαδὴ οἱ ἐθνικοὶ εἶναι κληρονόμοι μαζὶ μ’ ἐσᾶς καὶ συσσωματωμένοι καὶ συμμέτοχοι τῆς ὑποσχέσεώς του ἐν τῷ Χριστῷ διὰ τοῦ εὐαγγελίου, τοῦ ὁποίου ἔγινα ὑπηρέτης σύμφωνα πρὸς τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ, ἡ ὁποία μοῦ ἐδόθηκε κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεώς του.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου