Σελίδες

Τετάρτη 30 Μαΐου 2018

Το Αποστολικό ανάγνωσμα της ημέρας


ΤΕΤΑΡΤΗ Α΄, ΕΒΔΟΜΑΔΟΣ 
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 1:18-27 
Ἀδελφοί, ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ Θεὸς αὐτοῖς ἐφανέρωσε. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς, οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ὁμοίως δὲ καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξευκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. 

Νεοελληνική απόδοση:
Διότι ἡ ὀργὴ τοῦ Θεοῦ φανερώνεται ἀπὸ τὸν οὐρανὸν ἐναντίον κάθε ἀσεβείας καὶ κακίας τῶν ἀνθρώπων, οἱ ὁποῖοι διὰ τῆς κακίας των καταπνίγουν τὴν ἀλήθειαν, διότι ὅ,τι εἶναι δυνατὸν νὰ γίνῃ γνωστὸν περὶ τοῦ Θεοῦ, τοὺς εἶναι φανερόν, ἐπειδὴ ὁ Θεὸς τοὺς τὸ ἐφανέρωσε. Διότι αἱ ἀόρατοι ἰδιότητές του, δηλαδὴ ἡ αἰώνια δύναμίς του καὶ ἡ Θεότης του, βλέπονται καθαρά, ἀφ’ ὅτου ἐδημιουργήθηκε ὁ κόσμος, γινόμεναι νοηταὶ διὰ μέσου τῶν δημιουργημάτων, ὥστε νὰ εἶναι οἱ ἄνθρωποι ἀναπολόγητοι, διότι ἐνῷ ἐγνώρισαν τὸν Θεόν, δὲν τὸν ἐτίμησαν ὡς Θεὸν οὔτε τὸν εὐχαρίστησαν, ἀλλὰ μὲ τὰς σκέψεις των παρεδόθησαν εἰς μάταια πράγματα καὶ ἐσκοτίσθηκε ἡ ἀνόητη διάνοιά τους. Ἐνῷ ἔλεγαν ὅτι εἶναι σοφοί, ἔγιναν μωροὶ καὶ ἀντήλλαξαν τὴν λαμπρότητα τοῦ ἀφθάρτου Θεοῦ μὲ τὸ ὁμοίωμα τῆς μορφῆς φθαρτοῦ ἀνθρώπου καὶ πτηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. Διὰ τοῦτο, τοὺς παρέδωσε ὁ Θεὸς μὲ τὰς ἐπιθυμίας τῶν καρδιών τους εἰς ἀκαθαρσίαν, ὥστε νὰ ἀτιμάζουν τὰ σώματά τους μεταξύ τους. Ἀντήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ μὲ τὸ ψεῦδος καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τὴν κτίσιν ἀντὶ τοῦ Δημιουργοῦ, ὁ ὁποῖος εἶναι εὐλογητὸς αἰωνίως. Ἀμήν. Διὰ τοῦτο τοὺς παρέδωσε ὁ Θεὸς εἰς πάθη ἀτιμωτικά, διότι καὶ αἱ γυναῖκες τους ἀντήλλαξαν τὴν φυσικὴν χρῆσιν μὲ τὴν ἀφύσικην, ὁμοίως καὶ οἱ ἄνδρες, ἀφοῦ ἄφησαν τὴν φυσικὴν χρῆσιν τῆς γυναικός, ἄναψαν ἀπὸ τὰς ὀρέξεις τους μεταξύ τους, ὥστε ἀσελγοῦν ἄνδρες μὲ ἄνδρες, ἀπολαμβάνοντες ἔτσι ὁ ἕνας ἀπὸ τὸν ἄλλον τὴν ἀνταμοιβὴν τῆς πλάνης των ποὺ τοὺς ἄξιζε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου