Σελίδες

Πέμπτη 16 Νοεμβρίου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Τοῦ Ἁγίου Ἀποστόλου καί Εὐαγγελιστοῦ Ματθαίου. 
ΣΑΒΒΑΤΟΝ Ε΄ ΕΒΔΟΜΑΔΟΣ ΜΑΤΘΑΙΟΥ 
Ἐκ τοῦ κατὰ Ματθαῖον 
θ’ 9 - 13 
Τῷ καιρῷ ἐκείνῳ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 10Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. 13πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν. 

Νεοελληνική απόδοση:
Καὶ ἐνῷ προχωροῦσε ὁ Ἰησοῦς πιὸ πέρα, εἶδε ἕναν ἄνθρωπον νὰ κάθεται εἰς τὸ τελωνεῖον, ὁ ὁποῖος ὠνομάζετο Ματθαῖος, καὶ τοῦ λέγει, «Ἀκολούθησέ με». Καὶ ἐκεῖνος ἐσηκώθηκε καὶ τὸν ἀκολούθησε. Καὶ ἐνῷ αὐτὸς ἐκαθότανε εἰς τὸ τραπέζι εἰς τὸ σπίτι, ἦλθαν πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ καὶ ἔτρωγαν μαζὶ μὲ τὸν Ἰησοῦν καὶ τοὺς μαθητάς του. Καὶ ὅταν εἶδαν αὐτὸ οἱ Φαρισαῖοι, ἔλεγαν εἰς τοὺς μαθητάς του, «Γιατὶ ὁ διδάσκαλός σας τρώγει μαζί μὲ τοὺς τελώνας καὶ τοὺς ἁμαρτωλούς;». Ὅταν τὸ ἄκουσε ὁ Ἰησοῦς, εἶπε, «Δὲν ἔχουν ἀνάγκην ἀπὸ ἰατρὸν οἱ ὑγιεῖς ἀλλὰ οἱ ἀσθενεῖς. Πηγαίνετε νὰ μάθετε τὶ σημαίνει, Ἀγάπην θέλω καὶ ὄχι θυσίαν. Διότι δὲν ἦλθα νὰ καλέσω εἰς μετάνοιαν δικαίους ἀλλὰ ἁμαρτωλούς».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου