Σελίδες

Τρίτη 21 Φεβρουαρίου 2017

Το Ευαγγελικό ανάγνωσμα της ημέρας


Τῌ ΤΡΙΤῌ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ 
Ἐκ τοῦ κατὰ Λουκᾶν 
κβ΄ 39 - 42, 45 - κγ΄ 1 
Τῷ καιρῷ ἐκείνῳ, ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί αὐτοῦ. γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. καὶ αὐτὸς ἀπεσπάσθη ἀπ' αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο λέγων· Πάτερ, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω. καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης, καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Ἔτι δὲ αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προῆγεν αὐτούς, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι αὐτόν· τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς· ὃν ἂν φιλήσω, αὐτός ἐστιν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ; καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν· εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ' αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων; καθ' ἡμέραν ὄντος μου μεθ' ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ' ἐμέ. ἀλλ' αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. ἁψάντων δὲ πυρὰν ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν. ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπε· Καὶ οὗτος σὺν αὐτῷ ἦν· ὁ δὲ ἠρνήσατο λέγων· Γύναι, οὐκ οἶδα αὐτόν. καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος εἶπεν· Ἄνθρωπε, οὐκ εἰμί. καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων· Ἐπ' ἀληθείας καὶ οὗτος μετ' αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. εἶπε δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησε ἀλέκτωρ. καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς· καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς. Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες, καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Προφήτευσον τίς ἐστιν ὁ παίσας σε; καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν, λέγοντες· Εἰ σὺ εἶ ὁ Χριστός, εἰπέ ἡμῖν. εἶπε δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε, ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε· ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. εἶπον δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. οἱ δὲ εἶπον· Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. 1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. 

Νεοελληνική απόδοση:
Ὕστερα ἐβγῆκε καὶ ἐπῆγε, ὅπως ἐσυνείθιζε, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· τὸν ἀκολούθησαν δὲ καὶ οἱ μαθηταί του. Ὅταν ἔφθασε εἰς τὸν τόπον, τοὺς εἶπε, «Προσευχηθῆτε, διὰ νὰ μὴ πέσετε εἰς πειρασμόν». Καὶ ἀποχωρίσθηκε ἀπὸ αὐτοὺς εἰς ἀπόστασιν πετροβολιᾶς καὶ ἀφοῦ ἐγονάτισε, προσευχότανε, καὶ ἔλεγε, «Πατέρα, ἐὰν θέλῃς, ἀπομάκρυνε τὸ ποτῆρι τοῦτο ἀπὸ ἐμέ, πλὴν ἂς μὴ γίνῃ τὸ θέλημά μου ἀλλὰ τὸ δικό σου». Ὅταν ἐσηκώθηκε ἀπὸ τὴν προσευχήν, ἦλθε εἰς τοὺς μαθητάς του καὶ τοὺς εὑρῆκε νὰ κοιμοῦνται ἀπὸ τὴν λύπην, καὶ τοὺς εἶπε, «Γιατὶ κοιμᾶσθε; Σηκωθῆτε καὶ προσευχηθῆτε, διὰ νὰ μὴ πέσετε εἰς πειρασμόν». Ἐνῷ ἀκόμη μιλοῦσε, ἔρχεται ὄχλος, καὶ ὁ καλούμενος Ἰούδας, ἕνας ἀπὸ τοὺς δώδεκα, ἦτο ἐπὶ κεφαλῆς, καὶ ἐπλησίασε τὸν Ἰησοῦν διὰ νὰ τὸν φιλήσῃ. Ὁ Ἰησοῦς τοῦ εἶπε, «Ἰούδα, μὲ τὸ φίλημα παραδίδεις τὸν Υἱὸν τοῦ ἀνθρώπου;». Ὅταν ἐκεῖνοι ποὺ τὸν ἀκολουθούσαν ἀντελήφθησαν τί θὰ συνέβαινε, τοῦ εἶπαν, «Κύριε, νὰ κτυπήσωμε μὲ τὸ μαχαίρι;». Καὶ ἕνας ἀπὸ αὐτοὺς ἐκτύπησε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ τοῦ ἀπέκοψε τὸ δεξὶ αὐτί. Τότε ὁ Ἰησοῦς εἶπε, «Ἀφῆστε τὰ πράγματα ἕως ἐδῶ». Καὶ ἄγγιξε τὸ αὐτὶ τοῦ δούλου καὶ τὸν ἐθεράπευσε. Καὶ εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ἐξιωματικοὺς τοῦ ναοῦ καὶ πρεσβυτέρους, οἱ ὁποῖοι εἶχαν ἔλθει ἐναντίον του, «Σὰν νὰ ἤμουν ληστὴς ἐβγήκατε μὲ μαχαίρια καὶ ξύλα; Ὅταν ἤμουν κάθε ἡμέρα μαζί σας εἰς τὸν ναόν, δὲν ἁπλώσατε τὰ χέρια σας ἐπάνω μου. Ἀλλ’ αὐτὴ εἶναι ἡ ὥρα σας καὶ ἡ ἐξουσία τοῦ σκότους».Ὅταν τὸν συνέλαβαν, τὸν ἔφεραν καὶ τὸν ἔμπασαν εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. Ὁ δὲ Πέτρος ἀκολουθοῦσε ἀπὸ μακρυά. Ἄναψαν φωτιὰ εἰς τὸ μέσον τῆς αὐλῆς καὶ ἐκάθησαν ὅλοι μαζί, ἐκάθησε δὲ καὶ ὁ Πέτρος μεταξύ τους. Μία ὑπηρέτρια τὸν εἶδε νὰ κάθεται κοντὰ στὴν φωτιά, τὸν ἐκύτταξε καλὰ, καὶ εἶπε, «Καὶ αὐτὸς ἤτανε μαζί του». Ἀλλ’ αὐτὸς τὸ ἀρνήθηκε καὶ εἶπε, «Γυναῖκα, δὲν τὸν ξέρω». Ὕστερα ἀπὸ λίγο ἕνας ἄλλος, ὅταν τὸν εἶδε εἶπε, «Καὶ σὺ εἶσαι ἀπ’ αὐτούς». Ἀλλ’ ὁ Πέτρος εἶπε, «Ἄνθρωπε, δὲν εἶμαι». Ἀφοῦ ἐπέρασε περίπου μιὰ ὥρα, κάποιος ἄλλος εἶπε μὲ βεβαιότητα, «Πραγματικά, καὶ αὐτὸς ἤτανε μαζί του, διότι εἶναι Γαλιλαῖος». Ἀλλ’ ὁ Πέτρος εἶπε, «Ἀνθρωπε, δὲν ξέρω τί λές». Καὶ ἀμέσως, ἐνῷ ἀκόμη αὐτὸς μιλοῦσε, ἐλάλησε ὁ πετεινός. Ὁ Κύριος ἐγύρισε καὶ ἐκύτταξε κατὰ πρόσωπον τὸν Πέτρον καὶ ἐθυμήθηκε ὁ Πέτρος τὸν λόγον τοῦ Κυρίου, ὅταν τοῦ εἶπε, «Πρὶν λαλήσῃ ὁ πετεινός, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φορές». Καὶ ἐβγῆκε ἔξω καὶ ἔκλαψε πικρά. Οἱ ἄνδρες ποὺ ἐκρατοῦσαν τὸν Ἰησοῦν, τὸν ἐνέπαιζαν καὶ τὸν ἔδερναν. Τοῦ ἐκάλυψαν τὴν κεφαλήν, τὸν ἐκτυποῦσαν εἰς τὸ πρόσωπον καὶ τὸν ἐρωτοῦσαν, «Προφήτευσε ποιός εἶναι ἐκεῖνος ποὺ σ’ ἐκτύπησε», καὶ πολλὲς ἄλλες βλασφημίες τοῦ ἔλεγαν. Ὅταν ἐξημέρωσε, ἐμαζεύθηκαν οἱ πρεσβύτεροι τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ τὸν ἔφεραν εἰς τὸ συνέδριόν τους καὶ τοῦ λέγουν, «Πές μας, ἐσὺ εἶσαι ὁ Χριστός;». Ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Ἐὰν σᾶς πῶ, δὲν θὰ μὲ πιστέψετε· καὶ ἐὰν σᾶς ἐρωτήσω, δὲν θὰ μοῦ ἀποκριθῆτε οὔτε θὰ μὲ ἀπολύσετε· ἀπὸ τώρα ὁ Υἱὸς τοῦ ἀνθρώπου θὰ κάθετε εἰς τὰ δεξιὰ τῆς δυνάμεως τοῦ Θεοῦ». Καὶ εἶπαν ὅλοι, «Σὺ λοιπὸν εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ;» Καὶ αὐτὸς ἀπήντησε, «Σεῖς λέτε ὅτι ἐγὼ εἶμαι». Αὐτοὶ εἶπαν, «Τί ἄλλη μαρτυρία μᾶς χρειάζεται; Τὸ ἀκούσαμε ἐμεῖς οἱ ἴδιοι ἀπὸ τὸ στόμα του». Τότε ἐσηκώθηκαν ὅλα τὰ μέλη τοῦ συνεδρίου καὶ τὸν ἔφεραν εἰς τὸν Πιλᾶτον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου